Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 52

ὄντος εἰκοστου̃ καὶ ἑνὸς ἔτους Σεδεκιου ἐν τω̨̃ βασιλεύειν αὐτόν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αμιτααλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα
...
...
καὶ ἐγένετο ἐν τω̨̃ ἔτει τω̨̃ ἐνάτω̨ τη̃ς βασιλείας αὐτου̃ ἐν μηνὶ τω̨̃ δεκάτω̨ δεκάτη̨ του̃ μηνὸς ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃σα ἡ δύναμις αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιω̨κοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλω̨
καὶ ἠ̃λθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τω̨̃ βασιλει̃ Σεδεκια
ἐν τη̨̃ ἐνάτη̨ του̃ μηνὸς καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τη̨̃ πόλει καὶ οὐκ ἠ̃σαν ἄρτοι τω̨̃ λαω̨̃ τη̃ς γη̃ς
καὶ διεκόπη ἡ πόλις καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξη̃λθον νυκτὸς κατὰ τὴν ὁδὸν τη̃ς πύλης ἀνὰ μέσον του̃ τείχους καὶ του̃ προτειχίσματος ὃ ἠ̃ν κατὰ τὸν κη̃πον του̃ βασιλέως καὶ οἱ Χαλδαι̃οι ἐπὶ τη̃ς πόλεως κύκλω̨ καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Αραβα
καὶ κατεδίωξεν ἡ δύναμις τω̃ν Χαλδαίων ὀπίσω του̃ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τω̨̃ πέραν Ιεριχω καὶ πάντες οἱ παι̃δες αὐτου̃ διεσπάρησαν ἀπ' αὐτου̃
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα καὶ ἐλάλησεν αὐτω̨̃ μετὰ κρίσεως
10 καὶ ἔσφαξεν βασιλεὺς Βαβυλω̃νος τοὺς υἱοὺς Σεδεκιου κατ' ὀφθαλμοὺς αὐτου̃ καὶ πάντας τοὺς ἄρχοντας Ιουδα ἔσφαξεν ἐν Δεβλαθα
11 καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλω̃νος εἰς Βαβυλω̃να καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἡ̃ς ἀπέθανεν
12 καὶ ἐν μηνὶ πέμπτω̨ δεκάτη̨ του̃ μηνὸς ἠ̃λθεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ πρόσωπον του̃ βασιλέως Βαβυλω̃νος εἰς Ιερουσαλημ
13 καὶ ἐνέπρησεν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάσας τὰς οἰκίας τη̃ς πόλεως καὶ πα̃σαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί
14 καὶ πα̃ν τει̃χος Ιερουσαλημ κύκλω̨ καθει̃λεν ἡ δύναμις τω̃ν Χαλδαίων ἡ μετὰ του̃ ἀρχιμαγείρου
15 ...
16 καὶ τοὺς καταλοίπους του̃ λαου̃ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς
17 καὶ τοὺς στύλους τοὺς χαλκου̃ς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκη̃ν τὴν ἐν οἴκω̨ κυρίου συνέτριψαν οἱ Χαλδαι̃οι καὶ ἔλαβον τὸν χαλκὸν αὐτω̃ν καὶ ἀπήνεγκαν εἰς Βαβυλω̃να
18 καὶ τὴν στεφάνην καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκα̃ ἐν οἱ̃ς ἐλειτούργουν ἐν αὐτοι̃ς
19 καὶ τὰ σαφφωθ καὶ τὰ μασμαρωθ καὶ τοὺς ὑποχυτη̃ρας καὶ τὰς λυχνίας καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους ἃ ἠ̃ν χρυσα̃ χρυσα̃ καὶ ἃ ἠ̃ν ἀργυρα̃ ἀργυρα̃ ἔλαβεν ὁ ἀρχιμάγειρος
20 καὶ οἱ στυ̃λοι δύο καὶ ἡ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοι̃ ὑποκάτω τη̃ς θαλάσσης ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων εἰς οἰ̃κον κυρίου οὐκ ἠ̃ν σταθμὸς του̃ χαλκου̃ αὐτω̃ν
21 καὶ οἱ στυ̃λοι τριάκοντα πέντε πηχω̃ν ὕψος του̃ στύλου του̃ ἑνός καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν καὶ τὸ πάχος αὐτου̃ δακτύλων τεσσάρων κύκλω̨
22 καὶ γει̃σος ἐπ' αὐτοι̃ς χαλκου̃ν καὶ πέντε πήχεων τὸ μη̃κος ὑπεροχὴ του̃ γείσους του̃ ἑνός καὶ δίκτυον καὶ ῥόαι ἐπὶ του̃ γείσους κύκλω̨ τὰ πάντα χαλκα̃ καὶ κατὰ ταυ̃τα τω̨̃ στύλω̨ τω̨̃ δευτέρω̨ ὀκτὼ ῥόαι τω̨̃ πήχει τοι̃ς δώδεκα πήχεσιν
23 καὶ ἠ̃σαν αἱ ῥόαι ἐνενήκοντα ἓξ τὸ ἓν μέρος καὶ ἠ̃σαν αἱ πα̃σαι ῥόαι ἐπὶ του̃ δικτύου κύκλω̨ ἑκατόν
24 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρω̃τον καὶ τὸν ἱερέα τὸν δευτερεύοντα καὶ τοὺς τρει̃ς τοὺς φυλάττοντας τὴν ὁδὸν
25 καὶ εὐνου̃χον ἕνα ὃς ἠ̃ν ἐπιστάτης τω̃ν ἀνδρω̃ν τω̃ν πολεμιστω̃ν καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπω̨ του̃ βασιλέως τοὺς εὑρεθέντας ἐν τη̨̃ πόλει καὶ τὸν γραμματέα τω̃ν δυνάμεων τὸν γραμματεύοντα τω̨̃ λαω̨̃ τη̃ς γη̃ς καὶ ἑξήκοντα ἀνθρώπους ἐκ του̃ λαου̃ τη̃ς γη̃ς τοὺς εὑρεθέντας ἐν μέσω̨ τη̃ς πόλεως
26 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλω̃νος εἰς Δεβλαθα
27 καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλω̃νος ἐν Δεβλαθα ἐν γη̨̃ Αιμαθ
28 ...
29 ...
30 ...
31 καὶ ἐγένετο ἐν τω̨̃ τριακοστω̨̃ καὶ ἑβδόμω̨ ἔτει ἀποικισθέντος του̃ Ιωακιμ βασιλέως Ιουδα ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ ἐν τη̨̃ τετράδι καὶ εἰκάδι του̃ μηνὸς ἔλαβεν Ουλαιμαραδαχ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἐνιαυτω̨̃ ὡ̨̃ ἐβασίλευσεν τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἡ̃ς ἐφυλάττετο
32 καὶ ἐλάλησεν αὐτω̨̃ χρηστὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτου̃ ἐπάνω τω̃ν θρόνων τω̃ν βασιλέων τω̃ν μετ' αὐτου̃ ἐν Βαβυλω̃νι
33 καὶ ἤλλαξεν τὴν στολὴν τη̃ς φυλακη̃ς αὐτου̃ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτου̃ πάσας τὰς ἡμέρας ἃς ἔζησεν
34 καὶ ἡ σύνταξις αὐτω̨̃ ἐδίδοτο διὰ παντὸς παρὰ του̃ βασιλέως Βαβυλω̃νος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας ἡ̃ς ἀπέθανεν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.