1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃ν τὸ στρατόπεδον αὐτου̃ καὶ πα̃σα ἡ γη̃ ἀρχη̃ς αὐτου̃ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων |
2 οὕτως εἰ̃πεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρει̃ς αὐτω̨̃ οὕτως εἰ̃πεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί |
3 καὶ σὺ οὐ μὴ σωθη̨̃ς ἐκ χειρὸς αὐτου̃ καὶ συλλήμψει συλλημφθήση̨ καὶ εἰς χει̃ρας αὐτου̃ δοθήση̨ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται καὶ τὸ στόμα αὐτου̃ μετὰ του̃ στόματός σου λαλήσει καὶ εἰς Βαβυλω̃να εἰσελεύση̨ |
4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλευ̃ Ιουδα οὕτως λέγει κύριος |
5 ἐν εἰρήνη̨ ἀποθανη̨̃ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὠ̃ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἰ̃πεν κύριος |
6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ |
7 καὶ ἡ δύναμις βασιλέως Βαβυλω̃νος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὑ̃ται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί |
8 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν του̃ καλέσαι ἄφεσιν |
9 του̃ ἐξαποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ τὸν Εβραι̃ον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα |
10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστα̃νες καὶ πα̃ς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τη̨̃ διαθήκη̨ του̃ ἀποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ |
11 καὶ ἔωσαν αὐτοὺς εἰς παι̃δας καὶ παιδίσκας |
12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων |
13 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξειλάμην αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων |
14 ὅταν πληρωθη̨̃ ἓξ ἔτη ἀποστελει̃ς τὸν ἀδελφόν σου τὸν Εβραι̃ον ὃς πραθήσεταί σοι καὶ ἐργα̃ταί σοι ἓξ ἔτη καὶ ἐξαποστελει̃ς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν |
15 καὶ ἐπέστρεψαν σήμερον ποιη̃σαι τὸ εὐθὲς πρὸ ὀφθαλμω̃ν μου του̃ καλέσαι ἄφεσιν ἕκαστον του̃ πλησίον αὐτου̃ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ |
16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου του̃ ἐπιστρέψαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ οὓς ἐξαπεστείλατε ἐλευθέρους τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὑμι̃ν εἰς παι̃δας καὶ παιδίσκας |
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὑμει̃ς οὐκ ἠκούσατέ μου του̃ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἰδοὺ ἐγὼ καλω̃ ἄφεσιν ὑμι̃ν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμα̃ς εἰς διασπορὰν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς |
18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτω̨̃ |
19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερει̃ς καὶ τὸν λαόν |
20 καὶ δώσω αὐτοὺς τοι̃ς ἐχθροι̃ς αὐτω̃ν καὶ ἔσται τὰ θνησιμαι̃α αὐτω̃ν βρω̃σις τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς |
21 καὶ τὸν Σεδεκιαν βασιλέα τη̃ς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτω̃ν δώσω εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ δύναμις βασιλέως Βαβυλω̃νος τοι̃ς ἀποτρέχουσιν ἀπ' αὐτω̃ν |
22 ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων |