Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 39

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ δεκάτω̨ τω̨̃ βασιλει̃ Σεδεκια οὑ̃τος ἐνιαυτὸς ὀκτωκαιδέκατος τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος
καὶ δύναμις βασιλέως Βαβυλω̃νος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλη̨̃ τη̃ς φυλακη̃ς ἥ ἐστιν ἐν οἴκω̨ του̃ βασιλέως
ἐν ἡ̨̃ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
καὶ Σεδεκιας οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς τω̃ν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λαλήσει στόμα αὐτου̃ πρὸς στόμα αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται
καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλω̃να καὶ ἐκει̃ καθιει̃ται
καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων
ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτη̃σαι σεαυτω̨̃ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβει̃ν εἰς κτη̃σιν
καὶ ἠ̃λθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός μου εἰς τὴν αὐλὴν τη̃ς φυλακη̃ς καὶ εἰ̃πέν μοι κτη̃σαι τὸν ἀγρόν μου τὸν ἐν γη̨̃ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν
καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ ἔστησα αὐτω̨̃ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου
10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγω̨̃
11 καὶ ἔλαβον τὸ βιβλίον τη̃ς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
12 καὶ ἔδωκα αὐτὸ τω̨̃ Βαρουχ υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου κατ' ὀφθαλμοὺς Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἑστηκότων καὶ γραφόντων ἐν τω̨̃ βιβλίω̨ τη̃ς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τω̃ν Ιουδαίων τω̃ν ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
13 καὶ συνέταξα τω̨̃ Βαρουχ κατ' ὀφθαλμοὺς αὐτω̃ν λέγων
14 οὕτως εἰ̃πεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τη̃ς κτήσεως του̃το καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγει̃ον ὀστράκινον ἵνα διαμείνη̨ ἡμέρας πλείους
15 ὅτι οὕτως εἰ̃πεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελω̃νες ἐν τη̨̃ γη̨̃ ταύτη̨
16 καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δου̃ναί με τὸ βιβλίον τη̃ς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων
17 ὠ̃ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ καὶ τω̨̃ μετεώρω̨ οὐ μὴ ἀποκρυβη̨̃ ἀπὸ σου̃ οὐθέν
18 ποιω̃ν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτω̃ν μετ' αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός
19 κύριος μεγάλης βουλη̃ς καὶ δυνατὸς τοι̃ς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων δου̃ναι ἑκάστω̨ κατὰ τὴν ὁδὸν αὐτου̃
20 ὃς ἐποίησας σημει̃α καὶ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοι̃ς γηγενέσιν καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γη̃ς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις
22 καὶ ἔδωκας αὐτοι̃ς τὴν γη̃ν ταύτην ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
23 καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς σου καὶ ἐν τοι̃ς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοι̃ς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβη̃ναι αὐτοι̃ς πάντα τὰ κακὰ ταυ̃τα
24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβει̃ν αὐτήν καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων τω̃ν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ ὡς ἐλάλησας οὕτως ἐγένετο
25 καὶ σὺ λέγεις πρός με κτη̃σαι σεαυτω̨̃ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων
26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
27 ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός μὴ ἀπ' ἐμου̃ κρυβήσεταί τι
28 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ δοθει̃σα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
29 καὶ ἥξουσιν οἱ Χαλδαι̃οι πολεμου̃ντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἱ̃ς ἐθυμιω̃σαν ἐπὶ τω̃ν δωμάτων αὐτω̃ν τη̨̃ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοι̃ς ἑτέροις πρὸς τὸ παραπικρα̃ναί με
30 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιου̃ντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτω̃ν
31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἠ̃ν ἡ πόλις αὕτη ἀφ' ἡ̃ς ἡμέρας ὠ̨κοδόμησαν αὐτὴν καὶ ἕως τη̃ς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου
32 διὰ πάσας τὰς πονηρίας τω̃ν υἱω̃ν Ισραηλ καὶ Ιουδα ὡ̃ν ἐποίησαν πικρα̃ναί με αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν καὶ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ προφη̃ται αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ
33 καὶ ἐπέστρεψαν πρός με νω̃τον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβει̃ν παιδείαν
34 καὶ ἔθηκαν τὰ μιάσματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐν ἀκαθαρσίαις αὐτω̃ν
35 καὶ ὠ̨κοδόμησαν τοὺς βωμοὺς τη̨̃ Βααλ τοὺς ἐν φάραγγι υἱου̃ Εννομ του̃ ἀναφέρειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν τω̨̃ Μολοχ βασιλει̃ ἃ οὐ συνέταξα αὐτοι̃ς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου του̃ ποιη̃σαι τὸ βδέλυγμα του̃το πρὸς τὸ ἐφαμαρτει̃ν τὸν Ιουδαν
36 καὶ νυ̃ν οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν ἀποστολη̨̃
37 ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τη̃ς γη̃ς οὑ̃ διέσπειρα αὐτοὺς ἐκει̃ ἐν ὀργη̨̃ μου καὶ τω̨̃ θυμω̨̃ μου καὶ παροξυσμω̨̃ μεγάλω̨ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον του̃τον καὶ καθιω̃ αὐτοὺς πεποιθότας
38 καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν
39 καὶ δώσω αὐτοι̃ς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθη̃ναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοι̃ς καὶ τοι̃ς τέκνοις αὐτω̃ν μετ' αὐτούς
40 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτω̃ν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτω̃ν πρὸς τὸ μὴ ἀποστη̃ναι αὐτοὺς ἀπ' ἐμου̃
41 καὶ ἐπισκέψομαι του̃ ἀγαθω̃σαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨ ἐν πίστει καὶ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃
42 ὅτι οὕτως εἰ̃πεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν του̃τον πάντα τὰ κακὰ τὰ μεγάλα ταυ̃τα οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ' αὐτούς
43 καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ σὺ λέγεις ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χει̃ρας Χαλδαίων
44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίω̨ καὶ γράψεις βιβλίον καὶ σφραγιη̨̃ καὶ διαμαρτυρη̨̃ μάρτυρας ἐν γη̨̃ Βενιαμιν καὶ κύκλω̨ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν του̃ ὄρους καὶ ἐν πόλεσιν τη̃ς Σεφηλα καὶ ἐν πόλεσιν τη̃ς Ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.