ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 34,
στἰχοι 8-22
8 καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτω̃ν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ ἐπισκέψομαι αὐτούς εἰ̃πεν κύριος ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτου̃ |
9 καὶ ὑμει̃ς μὴ ἀκούετε τω̃ν ψευδοπροφητω̃ν ὑμω̃ν καὶ τω̃ν μαντευομένων ὑμι̃ν καὶ τω̃ν ἐνυπνιαζομένων ὑμι̃ν καὶ τω̃ν οἰωνισμάτων ὑμω̃ν καὶ τω̃ν φαρμακω̃ν ὑμω̃ν τω̃ν λεγόντων οὐ μὴ ἐργάσησθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος |
10 ὅτι ψευδη̃ αὐτοὶ προφητεύουσιν ὑμι̃ν πρὸς τὸ μακρυ̃ναι ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν |
11 καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγη̨ τὸν τράχηλον αὐτου̃ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος καὶ ἐργάσηται αὐτω̨̃ καὶ καταλείψω αὐτὸν ἐπὶ τη̃ς γη̃ς αὐτου̃ καὶ ἐργα̃ται αὐτω̨̃ καὶ ἐνοικήσει ἐν αὐτη̨̃ |
12 καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων εἰσαγάγετε τὸν τράχηλον ὑμω̃ν |
|
14 καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν |
15 ὅτι οὐκ ἀπέστειλα αὐτούς φησὶν κύριος καὶ προφητεύουσιν τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ πρὸς τὸ ἀπολέσαι ὑμα̃ς καὶ ἀπολει̃σθε ὑμει̃ς καὶ οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύοντες ὑμι̃ν ἐπ' ἀδίκω̨ ψευδη̃ |
16 ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ τούτω̨ καὶ τοι̃ς ἱερευ̃σιν ἐλάλησα λέγων οὕτως εἰ̃πεν κύριος μὴ ἀκούετε τω̃ν λόγων τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ὑμι̃ν λεγόντων ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν οὐκ ἀπέστειλα αὐτούς |
|
18 εἰ προφη̃ταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοι̃ς ἀπαντησάτωσάν μοι |
19 ὅτι οὕτως εἰ̃πεν κύριος καὶ τω̃ν ἐπιλοίπων σκευω̃ν |
20 ὡ̃ν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ὅτε ἀπώ̨κισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ |
|
22 εἰς Βαβυλω̃να εἰσελεύσεται λέγει κύριος |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.