Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 22,  στἰχοι 13-30

13 ὠ̃ ὁ οἰκοδομω̃ν οἰκίαν αὐτου̃ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερω̨̃α αὐτου̃ οὐκ ἐν κρίματι παρὰ τω̨̃ πλησίον αὐτου̃ ἐργα̃ται δωρεὰν καὶ τὸν μισθὸν αὐτου̃ οὐ μὴ ἀποδώσει αὐτω̨̃
14 ὠ̨κοδόμησας σεαυτω̨̃ οἰ̃κον σύμμετρον ὑπερω̨̃α ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρω̨ καὶ κεχρισμένα ἐν μίλτω̨
15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνη̨ ἐν Αχαζ τω̨̃ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἠ̃ν σε ποιει̃ν κρίμα καὶ δικαιοσύνην καλήν
16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινω̨̃ οὐδὲ κρίσιν πένητος οὐ του̃τό ἐστιν τὸ μὴ γνω̃ναί σε ἐμέ λέγει κύριος
17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἱ̃μα τὸ ἀθω̨̃ον του̃ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον του̃ ποιει̃ν
18 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα του̃τον οὐ μὴ κόψωνται αὐτόν ὠ̃ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε
19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τη̃ς πύλης Ιερουσαλημ
20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου
22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε
23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης
24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε
25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων
26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε
27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν
28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει
29 γη̃ γη̃ ἄκουε λόγον κυρίου
30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.