Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 11

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ
καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τω̃ν λόγων τη̃ς διαθήκης ταύτης
ἡ̃ς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκ καμίνου τη̃ς σιδηρα̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμι̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν
ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἰ̃πα γένοιτο κύριε
καὶ εἰ̃πεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
...
καὶ οὐκ ἐποίησαν
καὶ εἰ̃πεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοι̃ς κατοικου̃σιν Ιερουσαλημ
10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τω̃ν πατέρων αὐτω̃ν τω̃ν πρότερον οἳ οὐκ ἤθελον εἰσακου̃σαι τω̃ν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ διεσκέδασαν οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτω̃ν
11 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά ἐξ ὡ̃ν οὐ δυνήσονται ἐξελθει̃ν ἐξ αὐτω̃ν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτω̃ν
12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἱ̃ς αὐτοὶ θυμιω̃σιν αὐτοι̃ς μὴ σώσουσιν αὐτοὺς ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν
13 ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν ἐξόδων τη̃ς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμια̃ν τη̨̃ Βααλ
14 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου περὶ αὐτω̃ν ἐν δεήσει καὶ προσευχη̨̃ ὅτι οὐκ εἰσακούσομαι ἐν τω̨̃ καιρω̨̃ ἐν ὡ̨̃ ἐπικαλου̃νταί με ἐν καιρω̨̃ κακώσεως αὐτω̃ν
15 τί ἡ ἠγαπημένη ἐν τω̨̃ οἴκω̨ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελου̃σιν ἀπὸ σου̃ τὰς κακίας σου ἢ τούτοις διαφεύξη̨
16 ἐλαίαν ὡραίαν εὔσκιον τω̨̃ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομη̃ς αὐτη̃ς ἀνήφθη πυ̃ρ ἐπ' αὐτήν μεγάλη ἡ θλι̃ψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτη̃ς
17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τη̃ς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοι̃ς του̃ παροργίσαι με ἐν τω̨̃ θυμια̃ν αὐτοὺς τη̨̃ Βααλ
18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἰ̃δον τὰ ἐπιτηδεύματα αὐτω̃ν
19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον του̃ θύεσθαι οὐκ ἔγνων ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δευ̃τε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτου̃ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γη̃ς ζώντων καὶ τὸ ὄνομα αὐτου̃ οὐ μὴ μνησθη̨̃ ἔτι
20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐξ αὐτω̃ν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
21 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητου̃ντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύση̨ς ἐπὶ τω̨̃ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανη̨̃ ἐν ται̃ς χερσὶν ἡμω̃ν
22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς οἱ νεανίσκοι αὐτω̃ν ἐν μαχαίρα̨ ἀποθανου̃νται καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν τελευτήσουσιν ἐν λιμω̨̃
23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτω̃ν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικου̃ντας ἐν Αναθωθ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.