ΗΣΑΙΑΣ,
κεφαλίς 61
1 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τη̨̃ καρδία̨ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν |
2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως παρακαλέσαι πάντας τοὺς πενθου̃ντας |
3 δοθη̃ναι τοι̃ς πενθου̃σιν Σιων δόξαν ἀντὶ σποδου̃ ἄλειμμα εὐφροσύνης τοι̃ς πενθου̃σιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν |
4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιου̃σιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς |
5 καὶ ἥξουσιν ἀλλογενει̃ς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτη̃ρες καὶ ἀμπελουργοί |
6 ὑμει̃ς δὲ ἱερει̃ς κυρίου κληθήσεσθε λειτουργοὶ θεου̃ ἰσχὺν ἐθνω̃ν κατέδεσθε καὶ ἐν τω̨̃ πλούτω̨ αὐτω̃ν θαυμασθήσεσθε |
7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γη̃ν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν |
8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπω̃ν δικαιοσύνην καὶ μισω̃ν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτω̃ν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοι̃ς |
9 καὶ γνωσθήσεται ἐν τοι̃ς ἔθνεσιν τὸ σπέρμα αὐτω̃ν καὶ τὰ ἔκγονα αὐτω̃ν πα̃ς ὁ ὁρω̃ν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὑ̃τοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεου̃ |
10 καὶ εὐφροσύνη̨ εὐφρανθήσονται ἐπὶ κύριον ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τω̨̃ κυρίω̨ ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτω̃να εὐφροσύνης ὡς νυμφίω̨ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμω̨ |
11 καὶ ὡς γη̃ν αὔξουσαν τὸ ἄνθος αὐτη̃ς καὶ ὡς κη̃πος τὰ σπέρματα αὐτου̃ οὕτως ἀνατελει̃ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τω̃ν ἐθνω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.