Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 55

οἱ διψω̃ντες πορεύεσθε ἐφ' ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμη̃ς οἴνου καὶ στέαρ
ἵνα τί τιμα̃σθε ἀργυρίου καὶ τὸν μόχθον ὑμω̃ν οὐκ εἰς πλησμονήν ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά καὶ ἐντρυφήσει ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν
προσέχετε τοι̃ς ὠτίοις ὑμω̃ν καὶ ἐπακολουθήσατε ται̃ς ὁδοι̃ς μου ἐπακούσατέ μου καὶ ζήσεται ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν καὶ διαθήσομαι ὑμι̃ν διαθήκην αἰώνιον τὰ ὅσια Δαυιδ τὰ πιστά
ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν
ἔθνη ἃ οὐκ ἤ̨δεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν του̃ θεου̃ σου του̃ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε
ζητήσατε τὸν θεὸν καὶ ἐν τω̨̃ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δ' ἂν ἐγγίζη̨ ὑμι̃ν
ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτου̃ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτου̃ καὶ ἐπιστραφήτω ἐπὶ κύριον καὶ ἐλεηθήσεται ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμω̃ν
οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμω̃ν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμω̃ν αἱ ὁδοί μου λέγει κύριος
ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τη̃ς γη̃ς οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν καὶ τὰ διανοήματα ὑμω̃ν ἀπὸ τη̃ς διανοίας μου
10 ὡς γὰρ ἐὰν καταβη̨̃ ὑετὸς ἢ χιὼν ἐκ του̃ οὐρανου̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν μεθύση̨ τὴν γη̃ν καὶ ἐκτέκη̨ καὶ ἐκβλαστήση̨ καὶ δω̨̃ σπέρμα τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν
11 οὕτως ἔσται τὸ ῥη̃μά μου ὃ ἐὰν ἐξέλθη̨ ἐκ του̃ στόματός μου οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν συντελεσθη̨̃ ὅσα ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου
12 ἐν γὰρ εὐφροσύνη̨ ἐξελεύσεσθε καὶ ἐν χαρα̨̃ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλου̃νται προσδεχόμενοι ὑμα̃ς ἐν χαρα̨̃ καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐπικροτήσει τοι̃ς κλάδοις
13 καὶ ἀντὶ τη̃ς στοιβη̃ς ἀναβήσεται κυπάρισσος ἀντὶ δὲ τη̃ς κονύζης ἀναβήσεται μυρσίνη καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημει̃ον αἰώνιον καὶ οὐκ ἐκλείψει
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.