Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 53

κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη
ἀνηγγείλαμεν ἐναντίον αὐτου̃ ὡς παιδίον ὡς ῥίζα ἐν γη̨̃ διψώση̨ οὐκ ἔστιν εἰ̃δος αὐτω̨̃ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἰ̃χεν εἰ̃δος οὐδὲ κάλλος
ἀλλὰ τὸ εἰ̃δος αὐτου̃ ἄτιμον ἐκλει̃πον παρὰ πάντας ἀνθρώπους ἄνθρωπος ἐν πληγη̨̃ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτου̃ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη
οὑ̃τος τὰς ἁμαρτίας ἡμω̃ν φέρει καὶ περὶ ἡμω̃ν ὀδυνα̃ται καὶ ἡμει̃ς ἐλογισάμεθα αὐτὸν εἰ̃ναι ἐν πόνω̨ καὶ ἐν πληγη̨̃ καὶ ἐν κακώσει
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμω̃ν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμω̃ν παιδεία εἰρήνης ἡμω̃ν ἐπ' αὐτόν τω̨̃ μώλωπι αὐτου̃ ἡμει̃ς ἰάθημεν
πάντες ὡς πρόβατα ἐπλανήθημεν ἄνθρωπος τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ται̃ς ἁμαρτίαις ἡμω̃ν
καὶ αὐτὸς διὰ τὸ κεκακω̃σθαι οὐκ ἀνοίγει τὸ στόμα ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον του̃ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτου̃
ἐν τη̨̃ ταπεινώσει ἡ κρίσις αὐτου̃ ἤρθη τὴν γενεὰν αὐτου̃ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τη̃ς γη̃ς ἡ ζωὴ αὐτου̃ ἀπὸ τω̃ν ἀνομιω̃ν του̃ λαου̃ μου ἤχθη εἰς θάνατον
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τη̃ς ταφη̃ς αὐτου̃ καὶ τοὺς πλουσίους ἀντὶ του̃ θανάτου αὐτου̃ ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃
10 καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τη̃ς πληγη̃ς ἐὰν δω̃τε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμω̃ν ὄψεται σπέρμα μακρόβιον καὶ βούλεται κύριος ἀφελει̃ν
11 ἀπὸ του̃ πόνου τη̃ς ψυχη̃ς αὐτου̃ δει̃ξαι αὐτω̨̃ φω̃ς καὶ πλάσαι τη̨̃ συνέσει δικαιω̃σαι δίκαιον εὐ̃ δουλεύοντα πολλοι̃ς καὶ τὰς ἁμαρτίας αὐτω̃ν αὐτὸς ἀνοίσει
12 διὰ του̃το αὐτὸς κληρονομήσει πολλοὺς καὶ τω̃ν ἰσχυρω̃ν μεριει̃ σκυ̃λα ἀνθ' ὡ̃ν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ καὶ ἐν τοι̃ς ἀνόμοις ἐλογίσθη καὶ αὐτὸς ἁμαρτίας πολλω̃ν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτω̃ν παρεδόθη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.