Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 42

Ιακωβ ὁ παι̃ς μου ἀντιλήμψομαι αὐτου̃ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνευ̃μά μου ἐπ' αὐτόν κρίσιν τοι̃ς ἔθνεσιν ἐξοίσει
οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτου̃
κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν
ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θη̨̃ ἐπὶ τη̃ς γη̃ς κρίσιν καὶ ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἔθνη ἐλπιου̃σιν
οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ διδοὺς πνοὴν τω̨̃ λαω̨̃ τω̨̃ ἐπ' αὐτη̃ς καὶ πνευ̃μα τοι̃ς πατου̃σιν αὐτήν
ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη̨ καὶ κρατήσω τη̃ς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν
ἀνοι̃ξαι ὀφθαλμοὺς τυφλω̃ν ἐξαγαγει̃ν ἐκ δεσμω̃ν δεδεμένους καὶ ἐξ οἴκου φυλακη̃ς καθημένους ἐν σκότει
ἐγὼ κύριος ὁ θεός του̃τό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοι̃ς γλυπτοι̃ς
τὰ ἀπ' ἀρχη̃ς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελω̃ καὶ πρὸ του̃ ἀνατει̃λαι ἐδηλώθη ὑμι̃ν
10 ὑμνήσατε τω̨̃ κυρίω̨ ὕμνον καινόν ἡ ἀρχὴ αὐτου̃ δοξάζετε τὸ ὄνομα αὐτου̃ ἀπ' ἄκρου τη̃ς γη̃ς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νη̃σοι καὶ οἱ κατοικου̃ντες αὐτάς
11 εὐφράνθητι ἔρημος καὶ αἱ κω̃μαι αὐτη̃ς ἐπαύλεις καὶ οἱ κατοικου̃ντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικου̃ντες Πέτραν ἀπ' ἄκρων τω̃ν ὀρέων βοήσουσιν
12 δώσουσιν τω̨̃ θεω̨̃ δόξαν τὰς ἀρετὰς αὐτου̃ ἐν ται̃ς νήσοις ἀναγγελου̃σιν
13 κύριος ὁ θεὸς τω̃ν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερει̃ ζη̃λον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ μετὰ ἰσχύος
14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανω̃ ἅμα
15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανω̃
16 καὶ ἄξω τυφλοὺς ἐν ὁδω̨̃ ἡ̨̃ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ἤ̨δεισαν πατη̃σαι ποιήσω αὐτούς ποιήσω αὐτοι̃ς τὸ σκότος εἰς φω̃ς καὶ τὰ σκολιὰ εἰς εὐθει̃αν ταυ̃τα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς
17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοι̃ς γλυπτοι̃ς οἱ λέγοντες τοι̃ς χωνευτοι̃ς ὑμει̃ς ἐστε θεοὶ ἡμω̃ν
18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδει̃ν
19 καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παι̃δές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτω̃ν καὶ ἐτυφλώθησαν οἱ δου̃λοι του̃ θεου̃
20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὠ̃τα καὶ οὐκ ἠκούσατε
21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθη̨̃ καὶ μεγαλύνη̨ αἴνεσιν καὶ εἰ̃δον
22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοι̃ς ταμιείοις πανταχου̃ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἠ̃ν ὁ λέγων ἀπόδος
23 τίς ἐν ὑμι̃ν ὃς ἐνωτιει̃ται ταυ̃τα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα
24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοι̃ς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ὡ̨̃ ἡμάρτοσαν αὐτω̨̃ καὶ οὐκ ἐβούλοντο ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ πορεύεσθαι οὐδὲ ἀκούειν του̃ νόμου αὐτου̃
25 καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλω̨ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτω̃ν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.