1 οὐαὶ τοι̃ς ταλαιπωρου̃σιν ὑμα̃ς ὑμα̃ς δὲ οὐδεὶς ποιει̃ ταλαιπώρους καὶ ὁ ἀθετω̃ν ὑμα̃ς οὐκ ἀθετει̃ ἁλώσονται οἱ ἀθετου̃ντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται |
2 κύριε ἐλέησον ἡμα̃ς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τω̃ν ἀπειθούντων εἰς ἀπώλειαν ἡ δὲ σωτηρία ἡμω̃ν ἐν καιρω̨̃ θλίψεως |
3 διὰ φωνὴν του̃ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ του̃ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη |
4 νυ̃ν δὲ συναχθήσεται τὰ σκυ̃λα ὑμω̃ν μικρου̃ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμι̃ν |
5 ἅγιος ὁ θεὸς ὁ κατοικω̃ν ἐν ὑψηλοι̃ς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης |
6 ἐν νόμω̨ παραδοθήσονται ἐν θησαυροι̃ς ἡ σωτηρία ἡμω̃ν ἐκει̃ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὑ̃τοί εἰσιν θησαυροὶ δικαιοσύνης |
7 ἰδοὺ δὴ ἐν τω̨̃ φόβω̨ ὑμω̃ν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβει̃σθε φοβηθήσονται ἀφ' ὑμω̃ν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιου̃ντες εἰρήνην πικρω̃ς κλαίοντες παρακαλου̃ντες εἰρήνην |
8 ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τω̃ν ἐθνω̃ν καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους |
9 ἐπένθησεν ἡ γη̃ ἠ̨σχύνθη ὁ Λίβανος ἕλη ἐγένετο ὁ Σαρων φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος |
10 νυ̃ν ἀναστήσομαι λέγει κύριος νυ̃ν δοξασθήσομαι νυ̃ν ὑψωθήσομαι |
11 νυ̃ν ὄψεσθε νυ̃ν αἰσθηθήσεσθε ματαία ἔσται ἡ ἰσχὺς του̃ πνεύματος ὑμω̃ν πυ̃ρ ὑμα̃ς κατέδεται |
12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρω̨̃ ἐρριμμένη καὶ κατακεκαυμένη |
13 ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου |
14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβει̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ὅτι πυ̃ρ καίεται τίς ἀναγγελει̃ ὑμι̃ν τὸν τόπον τὸν αἰώνιον |
15 πορευόμενος ἐν δικαιοσύνη̨ λαλω̃ν εὐθει̃αν ὁδόν μισω̃ν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χει̃ρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὠ̃τα ἵνα μὴ ἀκούση̨ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη̨ ἀδικίαν |
16 οὑ̃τος οἰκήσει ἐν ὑψηλω̨̃ σπηλαίω̨ πέτρας ἰσχυρα̃ς ἄρτος αὐτω̨̃ δοθήσεται καὶ τὸ ὕδωρ αὐτου̃ πιστόν |
17 βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμω̃ν ὄψονται γη̃ν πόρρωθεν |
18 ἡ ψυχὴ ὑμω̃ν μελετήσει φόβον που̃ εἰσιν οἱ γραμματικοί που̃ εἰσιν οἱ συμβουλεύοντες που̃ ἐστιν ὁ ἀριθμω̃ν τοὺς τρεφομένους |
19 μικρὸν καὶ μέγαν λαόν ὡ̨̃ οὐ συνεβουλεύσαντο οὐδὲ ἤ̨δει βαθύφωνον ὥστε μὴ ἀκου̃σαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τω̨̃ ἀκούοντι σύνεσις |
20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμω̃ν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθω̃σιν οὐδὲ μὴ κινηθω̃σιν οἱ πάσσαλοι τη̃ς σκηνη̃ς αὐτη̃ς εἰς τὸν αἰω̃να χρόνον οὐδὲ τὰ σχοινία αὐτη̃ς οὐ μὴ διαρραγω̃σιν |
21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμι̃ν τόπος ὑμι̃ν ἔσται ποταμοὶ καὶ διώρυγες πλατει̃ς καὶ εὐρύχωροι οὐ πορεύση̨ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοι̃ον ἐλαυ̃νον |
22 ὁ γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμω̃ν κύριος ἄρχων ἡμω̃ν κύριος βασιλεὺς ἡμω̃ν κύριος οὑ̃τος ἡμα̃ς σώσει |
23 ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρει̃ σημει̃ον ἕως οὑ̃ παραδοθη̨̃ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν |
24 καὶ οὐ μὴ εἴπη̨ κοπιω̃ ὁ λαὸς ὁ ἐνοικω̃ν ἐν αὐτοι̃ς ἀφέθη γὰρ αὐτοι̃ς ἡ ἁμαρτία |