ΗΣΑΙΑΣ,
κεφαλίς 29,
στἰχοι 1-14
1 οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ |
2 ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτη̃ς ἡ ἰσχὺς καὶ τὸ πλου̃τος ἐμοί |
3 καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλω̃ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους |
4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γη̃ν καὶ εἰς τὴν γη̃ν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνου̃ντες ἐκ τη̃ς γη̃ς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει |
5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχου̃ ὁ πλου̃τος τω̃ν ἀσεβω̃ν καὶ ὡς χνου̃ς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρη̃μα |
6 παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντη̃ς καὶ σεισμου̃ καὶ φωνη̃ς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα |
7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνω̨ ὁ πλου̃τος τω̃ν ἐθνω̃ν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν καὶ θλίβοντες αὐτήν |
8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνω̨ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτω̃ν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψω̃ν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψα̨̃ ἡ δὲ ψυχὴ αὐτου̃ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλου̃τος πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων |
9 ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου |
10 ὅτι πεπότικεν ὑμα̃ς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ τω̃ν προφητω̃ν αὐτω̃ν καὶ τω̃ν ἀρχόντων αὐτω̃ν οἱ ὁρω̃ντες τὰ κρυπτά |
11 καὶ ἔσονται ὑμι̃ν πάντα τὰ ῥήματα ταυ̃τα ὡς οἱ λόγοι του̃ βιβλίου του̃ ἐσφραγισμένου τούτου ὃ ἐὰν δω̃σιν αὐτὸ ἀνθρώπω̨ ἐπισταμένω̨ γράμματα λέγοντες ἀνάγνωθι ταυ̃τα καὶ ἐρει̃ οὐ δύναμαι ἀναγνω̃ναι ἐσφράγισται γάρ |
12 καὶ δοθήσεται τὸ βιβλίον του̃το εἰς χει̃ρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρει̃ αὐτω̨̃ ἀνάγνωθι του̃το καὶ ἐρει̃ οὐκ ἐπίσταμαι γράμματα |
13 καὶ εἰ̃πεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὑ̃τος τοι̃ς χείλεσιν αὐτω̃ν τιμω̃σίν με ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας |
14 διὰ του̃το ἰδοὺ ἐγὼ προσθήσω του̃ μεταθει̃ναι τὸν λαὸν του̃τον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολω̃ τὴν σοφίαν τω̃ν σοφω̃ν καὶ τὴν σύνεσιν τω̃ν συνετω̃ν κρύψω |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.