1 καὶ ἠ̃ν ὁ ἀριθμὸς τω̃ν υἱω̃ν Ισραηλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης ἣ οὐκ ἐκμετρηθήσεται οὐδὲ ἐξαριθμηθήσεται καὶ ἔσται ἐν τω̨̃ τόπω̨ οὑ̃ ἐρρέθη αὐτοι̃ς οὐ λαός μου ὑμει̃ς ἐκει̃ κληθήσονται υἱοὶ θεου̃ ζω̃ντος |
2 καὶ συναχθήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ θήσονται ἑαυτοι̃ς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τη̃ς γη̃ς ὅτι μεγάλη ἡ ἡμέρα του̃ Ιεζραελ |
3 εἴπατε τω̨̃ ἀδελφω̨̃ ὑμω̃ν Λαόσ-μου καὶ τη̨̃ ἀδελφη̨̃ ὑμω̃ν 'Ηλεημένη |
4 κρίθητε πρὸς τὴν μητέρα ὑμω̃ν κρίθητε ὅτι αὐτὴ οὐ γυνή μου καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτη̃ς καὶ ἐξαρω̃ τὴν πορνείαν αὐτη̃ς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτη̃ς ἐκ μέσου μαστω̃ν αὐτη̃ς |
5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡμέρα̨ γενέσεως αὐτη̃ς καὶ θήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γη̃ν ἄνυδρον καὶ ἀποκτενω̃ αὐτὴν ἐν δίψει |
6 καὶ τὰ τέκνα αὐτη̃ς οὐ μὴ ἐλεήσω ὅτι τέκνα πορνείας ἐστίν |
7 ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτω̃ν κατή̨σχυνεν ἡ τεκου̃σα αὐτά εἰ̃πεν γάρ ἀκολουθήσω ὀπίσω τω̃ν ἐραστω̃ν μου τω̃ν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει |
8 διὰ του̃το ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτη̃ς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτη̃ς καὶ τὴν τρίβον αὐτη̃ς οὐ μὴ εὕρη̨ |
9 καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτη̃ς καὶ οὐ μὴ καταλάβη̨ αὐτούς καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ αὐτούς καὶ ἐρει̃ πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον ὅτι καλω̃ς μοι ἠ̃ν τότε ἢ νυ̃ν |
10 καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτη̨̃ τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἀργύριον ἐπλήθυνα αὐτη̨̃ αὐτὴ δὲ ἀργυρα̃ καὶ χρυσα̃ ἐποίησεν τη̨̃ Βααλ |
11 διὰ του̃το ἐπιστρέψω καὶ κομιου̃μαι τὸν σι̃τόν μου καθ' ὥραν αὐτου̃ καὶ τὸν οἰ̃νόν μου ἐν καιρω̨̃ αὐτου̃ καὶ ἀφελου̃μαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου του̃ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτη̃ς |
12 καὶ νυ̃ν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτη̃ς ἐνώπιον τω̃ν ἐραστω̃ν αὐτη̃ς καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου |
13 καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτη̃ς ἑορτὰς αὐτη̃ς καὶ τὰς νουμηνίας αὐτη̃ς καὶ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς πανηγύρεις αὐτη̃ς |
14 καὶ ἀφανιω̃ ἄμπελον αὐτη̃ς καὶ τὰς συκα̃ς αὐτη̃ς ὅσα εἰ̃πεν μισθώματά μου ταυ̃τά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον καὶ καταφάγεται αὐτὰ τὰ θηρία του̃ ἀγρου̃ καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὰ ἑρπετὰ τη̃ς γη̃ς |
15 καὶ ἐκδικήσω ἐπ' αὐτὴν τὰς ἡμέρας τω̃ν Βααλιμ ἐν αἱ̃ς ἐπέθυεν αὐτοι̃ς καὶ περιετίθετο τὰ ἐνώτια αὐτη̃ς καὶ τὰ καθόρμια αὐτη̃ς καὶ ἐπορεύετο ὀπίσω τω̃ν ἐραστω̃ν αὐτη̃ς ἐμου̃ δὲ ἐπελάθετο λέγει κύριος |
16 διὰ του̃το ἰδοὺ ἐγὼ πλανω̃ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτη̃ς |
17 καὶ δώσω αὐτη̨̃ τὰ κτήματα αὐτη̃ς ἐκει̃θεν καὶ τὴν κοιλάδα Αχωρ διανοι̃ξαι σύνεσιν αὐτη̃ς καὶ ταπεινωθήσεται ἐκει̃ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτη̃ς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτη̃ς ἐκ γη̃ς Αἰγύπτου |
18 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος καλέσει με ὁ ἀνήρ μου καὶ οὐ καλέσει με ἔτι Βααλιμ |
19 καὶ ἐξαρω̃ τὰ ὀνόματα τω̃ν Βααλιμ ἐκ στόματος αὐτη̃ς καὶ οὐ μὴ μνησθω̃σιν οὐκέτι τὰ ὀνόματα αὐτω̃ν |
20 καὶ διαθήσομαι αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διαθήκην μετὰ τω̃ν θηρίων του̃ ἀγρου̃ καὶ μετὰ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ μετὰ τω̃ν ἑρπετω̃ν τη̃ς γη̃ς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τη̃ς γη̃ς καὶ κατοικιω̃ σε ἐπ' ἐλπίδι |
21 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ εἰς τὸν αἰω̃να καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοι̃ς |
22 καὶ μνηστεύσομαί σε ἐμαυτω̨̃ ἐν πίστει καὶ ἐπιγνώση̨ τὸν κύριον |
23 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἐπακούσομαι τω̨̃ οὐρανω̨̃ καὶ ὁ οὐρανὸς ἐπακούσεται τη̨̃ γη̨̃ |
24 καὶ ἡ γη̃ ἐπακούσεται τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ αὐτὰ ἐπακούσεται τω̨̃ Ιεζραελ |
25 καὶ σπερω̃ αὐτὴν ἐμαυτω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ ἐλεήσω τὴν Οὐκ-ἠλεημένην καὶ ἐρω̃ τω̨̃ Οὐ-λαω̨̃-μου λαός μου εἰ̃ σύ καὶ αὐτὸς ἐρει̃ κύριος ὁ θεός μου εἰ̃ σύ |