ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ,
κεφαλίς 1
1 πολυμερω̃ς καὶ πολυτρόπως πάλαι ὁ θεòς λαλήσας τοι̃ς πατράσιν ἐν τοι̃ς προφήταις |
2 ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν τούτων ἐλάλησεν ἡμι̃ν ἐν υἱω̨̃ ὃν ἔθηκεν κληρονόμον πάντων δι' οὑ̃ καὶ ἐποίησεν τοὺς αἰω̃νας |
3 ὃς ὢν ἀπαύγασμα τη̃ς δόξης καὶ χαρακτὴρ τη̃ς ὑποστάσεως αὐτου̃ φέρων τε τὰ πάντα τω̨̃ ῥήματι τη̃ς δυνάμεως αὐτου̃ καθαρισμòν τω̃ν ἁμαρτιω̃ν ποιησάμενος ἐκάθισεν ἐν δεξια̨̃ τη̃ς μεγαλωσύνης ἐν ὑψηλοι̃ς |
4 τοσούτω̨ κρείττων γενόμενος τω̃ν ἀγγέλων ὅσω̨ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα |
5 τίνι γὰρ εἰ̃πέν ποτε τω̃ν ἀγγέλων υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε καὶ πάλιν ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτòς ἔσται μοι εἰς υἱόν |
6 ὅταν δὲ πάλιν εἰσαγάγη̨ τòν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει καὶ προσκυνησάτωσαν αὐτω̨̃ πάντες ἄγγελοι θεου̃ |
7 καὶ πρòς μὲν τοὺς ἀγγέλους λέγει ὁ ποιω̃ν τοὺς ἀγγέλους αὐτου̃ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτου̃ πυρòς φλόγα |
8 πρòς δὲ τòν υἱόν ὁ θρόνος σου ὁ θεός εἰς τòν αἰω̃να του̃ αἰω̃νος καὶ ἡ ῥάβδος τη̃ς εὐθύτητος ῥάβδος τη̃ς βασιλείας σου |
9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεός ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου |
10 καί σὺ κατ' ἀρχάς κύριε τὴν γη̃ν ἐθεμελίωσας καὶ ἔργα τω̃ν χειρω̃ν σού εἰσιν οἱ οὐρανοί |
11 αὐτοὶ ἀπολου̃νται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται |
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται σὺ δὲ ὁ αὐτòς εἰ̃ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν |
13 πρòς τίνα δὲ τω̃ν ἀγγέλων εἴρηκέν ποτε κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου |
14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομει̃ν σωτηρίαν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.