Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΒΒΑΚΟΥΜ, κεφαλίς 1

τὸ λη̃μμα ὃ εἰ̃δεν Αμβακουμ ὁ προφήτης
ἕως τίνος κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούση̨ς βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις
ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν ἐξ ἐναντίας μου γέγονεν κρίσις καὶ ὁ κριτὴς λαμβάνει
διὰ του̃το διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον
ἴδετε οἱ καταφρονηταί καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ται̃ς ἡμέραις ὑμω̃ν ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγη̃ται
διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ' ὑμα̃ς τοὺς Χαλδαίους τοὺς μαχητάς τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τη̃ς γη̃ς του̃ κατακληρονομη̃σαι σκηνώματα οὐκ αὐτου̃
φοβερὸς καὶ ἐπιφανής ἐστιν ἐξ αὐτου̃ τὸ κρίμα αὐτου̃ ἔσται καὶ τὸ λη̃μμα αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται
καὶ ἐξαλου̃νται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτου̃ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τη̃ς 'Αραβίας καὶ ἐξιππάσονται οἱ ἱππει̃ς αὐτου̃ καὶ ὁρμήσουσιν μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγει̃ν
συντέλεια εἰς ἀσεβει̃ς ἥξει ἀνθεστηκότας προσώποις αὐτω̃ν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν
10 καὶ αὐτὸς ἐν βασιλευ̃σιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτου̃ καὶ αὐτὸς εἰς πα̃ν ὀχύρωμα ἐμπαίξεται καὶ βαλει̃ χω̃μα καὶ κρατήσει αὐτου̃
11 τότε μεταβαλει̃ τὸ πνευ̃μα καὶ διελεύσεται καὶ ἐξιλάσεται αὕτη ἡ ἰσχὺς τω̨̃ θεω̨̃ μου
12 οὐχὶ σὺ ἀπ' ἀρχη̃ς κύριε ὁ θεὸς ὁ ἅγιός μου καὶ οὐ μὴ ἀποθάνωμεν κύριε εἰς κρίμα τέταχας αὐτόν καὶ ἔπλασέν με του̃ ἐλέγχειν παιδείαν αὐτου̃
13 καθαρὸς ὀφθαλμὸς του̃ μὴ ὁρα̃ν πονηρά καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήση̨ ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονου̃ντας παρασιωπήση̨ ἐν τω̨̃ καταπίνειν ἀσεβη̃ τὸν δίκαιον
14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τη̃ς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον
15 συντέλειαν ἐν ἀγκίστρω̨ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρω̨ καὶ συνήγαγεν αὐτὸν ἐν ται̃ς σαγήναις αὐτου̃ ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτου̃
16 ἕνεκεν τούτου θύσει τη̨̃ σαγήνη̨ αὐτου̃ καὶ θυμιάσει τω̨̃ ἀμφιβλήστρω̨ αὐτου̃ ὅτι ἐν αὐτοι̃ς ἐλίπανεν μερίδα αὐτου̃ καὶ τὰ βρώματα αὐτου̃ ἐκλεκτά
17 διὰ του̃το ἀμφιβαλει̃ τὸ ἀμφίβληστρον αὐτου̃ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.