ΓΕΝΕΣΙΣ,
κεφαλίς 38,
στἰχοι 14-26
14 καὶ περιελομένη τὰ ἱμάτια τη̃ς χηρεύσεως ἀφ' ἑαυτη̃ς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ται̃ς πύλαις Αιναν ἥ ἐστιν ἐν παρόδω̨ Θαμνα εἰ̃δεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτω̨̃ γυναι̃κα |
15 καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἰ̃ναι κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτη̃ς καὶ οὐκ ἐπέγνω αὐτήν |
16 ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἰ̃πεν αὐτη̨̃ ἔασόν με εἰσελθει̃ν πρὸς σέ οὐ γὰρ ἔγνω ὅτι ἡ νύμφη αὐτου̃ ἐστιν ἡ δὲ εἰ̃πεν τί μοι δώσεις ἐὰν εἰσέλθη̨ς πρός με |
17 ὁ δὲ εἰ̃πεν ἐγώ σοι ἀποστελω̃ ἔριφον αἰγω̃ν ἐκ τω̃ν προβάτων ἡ δὲ εἰ̃πεν ἐὰν δω̨̃ς ἀρραβω̃να ἕως του̃ ἀποστει̃λαί σε |
18 ὁ δὲ εἰ̃πεν τίνα τὸν ἀρραβω̃νά σοι δώσω ἡ δὲ εἰ̃πεν τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τη̨̃ χειρί σου καὶ ἔδωκεν αὐτη̨̃ καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτου̃ |
19 καὶ ἀναστα̃σα ἀπη̃λθεν καὶ περιείλατο τὸ θέριστρον ἀφ' ἑαυτη̃ς καὶ ἐνεδύσατο τὰ ἱμάτια τη̃ς χηρεύσεως αὐτη̃ς |
20 ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριφον ἐξ αἰγω̃ν ἐν χειρὶ του̃ ποιμένος αὐτου̃ του̃ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβω̃να παρὰ τη̃ς γυναικός καὶ οὐχ εὑ̃ρεν αὐτήν |
21 ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ του̃ τόπου που̃ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αιναν ἐπὶ τη̃ς ὁδου̃ καὶ εἰ̃παν οὐκ ἠ̃ν ἐνταυ̃θα πόρνη |
22 καὶ ἀπεστράφη πρὸς Ιουδαν καὶ εἰ̃πεν οὐχ εὑ̃ρον καὶ οἱ ἄνθρωποι οἱ ἐκ του̃ τόπου λέγουσιν μὴ εἰ̃ναι ὡ̃δε πόρνην |
23 εἰ̃πεν δὲ Ιουδας ἐχέτω αὐτά ἀλλὰ μήποτε καταγελασθω̃μεν ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον του̃τον σὺ δὲ οὐχ εὕρηκας |
24 ἐγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τω̨̃ Ιουδα λέγοντες ἐκπεπόρνευκεν Θαμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας εἰ̃πεν δὲ Ιουδας ἐξαγάγετε αὐτήν καὶ κατακαυθήτω |
25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτη̃ς λέγουσα ἐκ του̃ ἀνθρώπου τίνος ταυ̃τά ἐστιν ἐγὼ ἐν γαστρὶ ἔχω καὶ εἰ̃πεν ἐπίγνωθι τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη |
26 ἐπέγνω δὲ Ιουδας καὶ εἰ̃πεν δεδικαίωται Θαμαρ ἢ ἐγώ οὑ̃ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τω̨̃ υἱω̨̃ μου καὶ οὐ προσέθετο ἔτι του̃ γνω̃ναι αὐτήν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.