ΓΕΝΕΣΙΣ,
κεφαλίς 31,
στἰχοι 43-54
43 ἀποκριθεὶς δὲ Λαβαν εἰ̃πεν τω̨̃ Ιακωβ αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρα̨̃ς ἐμά ἐστιν καὶ τω̃ν θυγατέρων μου τί ποιήσω ταύταις σήμερον ἢ τοι̃ς τέκνοις αὐτω̃ν οἱ̃ς ἔτεκον |
44 νυ̃ν οὐ̃ν δευ̃ρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ εἰ̃πεν δὲ αὐτω̨̃ ἰδοὺ οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ |
45 λαβὼν δὲ Ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην |
46 εἰ̃πεν δὲ Ιακωβ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκει̃ ἐπὶ του̃ βουνου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν ὁ βουνὸς οὑ̃τος μαρτυρει̃ ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ σήμερον |
47 καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τη̃ς μαρτυρίας Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς |
48 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ ἰδοὺ ὁ βουνὸς οὑ̃τος καὶ ἡ στήλη αὕτη ἣν ἔστησα ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ μαρτυρει̃ ὁ βουνὸς οὑ̃τος καὶ μαρτυρει̃ ἡ στήλη αὕτη διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Βουνὸς μαρτυρει̃ |
49 καὶ ἡ ὅρασις ἣν εἰ̃πεν ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ του̃ ἑτέρου |
50 εἰ ταπεινώσεις τὰς θυγατέρας μου εἰ λήμψη̨ γυναι̃κας ἐπὶ ται̃ς θυγατράσιν μου ὅρα οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν |
|
52 ἐάν τε γὰρ ἐγὼ μὴ διαβω̃ πρὸς σὲ μηδὲ σὺ διαβη̨̃ς πρός με τὸν βουνὸν του̃τον καὶ τὴν στήλην ταύτην ἐπὶ κακία̨ |
53 ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινει̃ ἀνὰ μέσον ἡμω̃ν καὶ ὤμοσεν Ιακωβ κατὰ του̃ φόβου του̃ πατρὸς αὐτου̃ Ισαακ |
54 καὶ ἔθυσεν Ιακωβ θυσίαν ἐν τω̨̃ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τω̨̃ ὄρει |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.