1 ἐγένετο δὲ μετὰ τὸ γηρα̃σαι Ισαακ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου̃ του̃ ὁρα̃ν καὶ ἐκάλεσεν Ησαυ τὸν υἱὸν αὐτου̃ τὸν πρεσβύτερον καὶ εἰ̃πεν αὐτω̨̃ υἱέ μου καὶ εἰ̃πεν ἰδοὺ ἐγώ |
2 καὶ εἰ̃πεν ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τη̃ς τελευτη̃ς μου |
3 νυ̃ν οὐ̃ν λαβὲ τὸ σκευ̃ός σου τήν τε φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν |
4 καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλω̃ ἐγώ καὶ ἔνεγκέ μοι ἵνα φάγω ὅπως εὐλογήση̨ σε ἡ ψυχή μου πρὶν ἀποθανει̃ν με |
5 Ρεβεκκα δὲ ἤκουσεν λαλου̃ντος Ισαακ πρὸς Ησαυ τὸν υἱὸν αὐτου̃ ἐπορεύθη δὲ Ησαυ εἰς τὸ πεδίον θηρευ̃σαι θήραν τω̨̃ πατρὶ αὐτου̃ |
6 Ρεβεκκα δὲ εἰ̃πεν πρὸς Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν ἐλάσσω ἰδὲ ἐγὼ ἤκουσα του̃ πατρός σου λαλου̃ντος πρὸς Ησαυ τὸν ἀδελφόν σου λέγοντος |
7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ του̃ ἀποθανει̃ν με |
8 νυ̃ν οὐ̃ν υἱέ ἄκουσόν μου καθὰ ἐγώ σοι ἐντέλλομαι |
9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκει̃θεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τω̨̃ πατρί σου ὡς φιλει̃ |
10 καὶ εἰσοίσεις τω̨̃ πατρί σου καὶ φάγεται ὅπως εὐλογήση̨ σε ὁ πατήρ σου πρὸ του̃ ἀποθανει̃ν αὐτόν |
11 εἰ̃πεν δὲ Ιακωβ πρὸς Ρεβεκκαν τὴν μητέρα αὐτου̃ ἔστιν Ησαυ ὁ ἀδελφός μου ἀνὴρ δασύς ἐγὼ δὲ ἀνὴρ λει̃ος |
12 μήποτε ψηλαφήση̨ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτου̃ ὡς καταφρονω̃ν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν |
13 εἰ̃πεν δὲ αὐτω̨̃ ἡ μήτηρ ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον μόνον ὑπάκουσον τη̃ς φωνη̃ς μου καὶ πορευθεὶς ἔνεγκέ μοι |
14 πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τη̨̃ μητρί καὶ ἐποίησεν ἡ μήτηρ αὐτου̃ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτου̃ |
15 καὶ λαβου̃σα Ρεβεκκα τὴν στολὴν Ησαυ του̃ υἱου̃ αὐτη̃ς του̃ πρεσβυτέρου τὴν καλήν ἣ ἠ̃ν παρ' αὐτη̨̃ ἐν τω̨̃ οἴκω̨ ἐνέδυσεν Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν νεώτερον |
16 καὶ τὰ δέρματα τω̃ν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτου̃ καὶ ἐπὶ τὰ γυμνὰ του̃ τραχήλου αὐτου̃ |
17 καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς χει̃ρας Ιακωβ του̃ υἱου̃ αὐτη̃ς |
18 καὶ εἰσήνεγκεν τω̨̃ πατρὶ αὐτου̃ εἰ̃πεν δέ πάτερ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ τίς εἰ̃ σύ τέκνον |
19 καὶ εἰ̃πεν Ιακωβ τω̨̃ πατρὶ αὐτου̃ ἐγὼ Ησαυ ὁ πρωτότοκός σου ἐποίησα καθὰ ἐλάλησάς μοι ἀναστὰς κάθισον καὶ φάγε τη̃ς θήρας μου ὅπως εὐλογήση̨ με ἡ ψυχή σου |
20 εἰ̃πεν δὲ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ τί του̃το ὃ ταχὺ εὑ̃ρες ὠ̃ τέκνον ὁ δὲ εἰ̃πεν ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου |
21 εἰ̃πεν δὲ Ισαακ τω̨̃ Ιακωβ ἔγγισόν μοι καὶ ψηλαφήσω σε τέκνον εἰ σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ἢ οὔ |
22 ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτου̃ καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἰ̃πεν ἡ μὲν φωνὴ φωνὴ Ιακωβ αἱ δὲ χει̃ρες χει̃ρες Ησαυ |
23 καὶ οὐκ ἐπέγνω αὐτόν ἠ̃σαν γὰρ αἱ χει̃ρες αὐτου̃ ὡς αἱ χει̃ρες Ησαυ του̃ ἀδελφου̃ αὐτου̃ δασει̃αι καὶ ηὐλόγησεν αὐτόν |
24 καὶ εἰ̃πεν σὺ εἰ̃ ὁ υἱός μου Ησαυ ὁ δὲ εἰ̃πεν ἐγώ |
25 καὶ εἰ̃πεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τη̃ς θήρας σου τέκνον ἵνα εὐλογήση̨ σε ἡ ψυχή μου καὶ προσήγαγεν αὐτω̨̃ καὶ ἔφαγεν καὶ εἰσήνεγκεν αὐτω̨̃ οἰ̃νον καὶ ἔπιεν |
26 καὶ εἰ̃πεν αὐτω̨̃ Ισαακ ὁ πατὴρ αὐτου̃ ἔγγισόν μοι καὶ φίλησόν με τέκνον |
27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν καὶ ὠσφράνθη τὴν ὀσμὴν τω̃ν ἱματίων αὐτου̃ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν ἰδοὺ ὀσμὴ του̃ υἱου̃ μου ὡς ὀσμὴ ἀγρου̃ πλήρους ὃν ηὐλόγησεν κύριος |
28 καὶ δώ̨η σοι ὁ θεὸς ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ καὶ ἀπὸ τη̃ς πιότητος τη̃ς γη̃ς καὶ πλη̃θος σίτου καὶ οἴνου |
29 καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες καὶ γίνου κύριος του̃ ἀδελφου̃ σου καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ του̃ πατρός σου ὁ καταρώμενός σε ἐπικατάρατος ὁ δὲ εὐλογω̃ν σε εὐλογημένος |
30 καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ισαακ εὐλογου̃ντα Ιακωβ τὸν υἱὸν αὐτου̃ καὶ ἐγένετο ὡς ἐξη̃λθεν Ιακωβ ἀπὸ προσώπου Ισαακ του̃ πατρὸς αὐτου̃ καὶ Ησαυ ὁ ἀδελφὸς αὐτου̃ ἠ̃λθεν ἀπὸ τη̃ς θήρας |
31 καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τω̨̃ πατρὶ αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ πατρί ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τη̃ς θήρας του̃ υἱου̃ αὐτου̃ ὅπως εὐλογήση̨ με ἡ ψυχή σου |
32 καὶ εἰ̃πεν αὐτω̨̃ Ισαακ ὁ πατὴρ αὐτου̃ τίς εἰ̃ σύ ὁ δὲ εἰ̃πεν ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ησαυ |
33 ἐξέστη δὲ Ισαακ ἔκστασιν μεγάλην σφόδρα καὶ εἰ̃πεν τίς οὐ̃ν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι καὶ ἔφαγον ἀπὸ πάντων πρὸ του̃ σε ἐλθει̃ν καὶ ηὐλόγησα αὐτόν καὶ εὐλογημένος ἔστω |
34 ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ησαυ τὰ ῥήματα Ισαακ του̃ πατρὸς αὐτου̃ ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἰ̃πεν εὐλόγησον δὴ κἀμέ πάτερ |
35 εἰ̃πεν δὲ αὐτω̨̃ ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου |
36 καὶ εἰ̃πεν δικαίως ἐκλήθη τὸ ὄνομα αὐτου̃ Ιακωβ ἐπτέρνικεν γάρ με ἤδη δεύτερον του̃το τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νυ̃ν εἴληφεν τὴν εὐλογίαν μου καὶ εἰ̃πεν Ησαυ τω̨̃ πατρὶ αὐτου̃ οὐχ ὑπελίπω μοι εὐλογίαν πάτερ |
37 ἀποκριθεὶς δὲ Ισαακ εἰ̃πεν τω̨̃ Ησαυ εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτου̃ ἐποίησα αὐτου̃ οἰκέτας σίτω̨ καὶ οἴνω̨ ἐστήρισα αὐτόν σοὶ δὲ τί ποιήσω τέκνον |
38 εἰ̃πεν δὲ Ησαυ πρὸς τὸν πατέρα αὐτου̃ μὴ εὐλογία μία σοί ἐστιν πάτερ εὐλόγησον δὴ κἀμέ πάτερ κατανυχθέντος δὲ Ισαακ ἀνεβόησεν φωνὴν Ησαυ καὶ ἔκλαυσεν |
39 ἀποκριθεὶς δὲ Ισαακ ὁ πατὴρ αὐτου̃ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἀπὸ τη̃ς πιότητος τη̃ς γη̃ς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τη̃ς δρόσου του̃ οὐρανου̃ ἄνωθεν |
40 καὶ ἐπὶ τη̨̃ μαχαίρη̨ σου ζήση̨ καὶ τω̨̃ ἀδελφω̨̃ σου δουλεύσεις ἔσται δὲ ἡνίκα ἐὰν καθέλη̨ς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτου̃ ἀπὸ του̃ τραχήλου σου |
41 καὶ ἐνεκότει Ησαυ τω̨̃ Ιακωβ περὶ τη̃ς εὐλογίας ἡ̃ς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτου̃ εἰ̃πεν δὲ Ησαυ ἐν τη̨̃ διανοία̨ ἐγγισάτωσαν αἱ ἡμέραι του̃ πένθους του̃ πατρός μου ἵνα ἀποκτείνω Ιακωβ τὸν ἀδελφόν μου |
42 ἀπηγγέλη δὲ Ρεβεκκα τὰ ῥήματα Ησαυ του̃ υἱου̃ αὐτη̃ς του̃ πρεσβυτέρου καὶ πέμψασα ἐκάλεσεν Ιακωβ τὸν υἱὸν αὐτη̃ς τὸν νεώτερον καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ Ησαυ ὁ ἀδελφός σου ἀπειλει̃ σοι του̃ ἀποκτει̃ναί σε |
43 νυ̃ν οὐ̃ν τέκνον ἄκουσόν μου τη̃ς φωνη̃ς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν ἀδελφόν μου εἰς Χαρραν |
44 καὶ οἴκησον μετ' αὐτου̃ ἡμέρας τινὰς ἕως του̃ ἀποστρέψαι τὸν θυμὸν |
45 καὶ τὴν ὀργὴν του̃ ἀδελφου̃ σου ἀπὸ σου̃ καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτω̨̃ καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκει̃θεν μήποτε ἀτεκνωθω̃ ἀπὸ τω̃ν δύο ὑμω̃ν ἐν ἡμέρα̨ μια̨̃ |
46 εἰ̃πεν δὲ Ρεβεκκα πρὸς Ισαακ προσώχθικα τη̨̃ ζωη̨̃ μου διὰ τὰς θυγατέρας τω̃ν υἱω̃ν Χετ εἰ λήμψεται Ιακωβ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων τη̃ς γη̃ς ταύτης ἵνα τί μοι ζη̃ν |