Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 19

ἠ̃λθον δὲ οἱ δύο ἄγγελοι εἰς Σοδομα ἑσπέρας Λωτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδομων ἰδὼν δὲ Λωτ ἐξανέστη εἰς συνάντησιν αὐτοι̃ς καὶ προσεκύνησεν τω̨̃ προσώπω̨ ἐπὶ τὴν γη̃ν
καὶ εἰ̃πεν ἰδού κύριοι ἐκκλίνατε εἰς τὸν οἰ̃κον του̃ παιδὸς ὑμω̃ν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμω̃ν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν εἰ̃παν δέ οὐχί ἀλλ' ἐν τη̨̃ πλατεία̨ καταλύσομεν
καὶ κατεβιάζετο αὐτούς καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰση̃λθον εἰς τὴν οἰκίαν αὐτου̃ καὶ ἐποίησεν αὐτοι̃ς πότον καὶ ἀζύμους ἔπεψεν αὐτοι̃ς καὶ ἔφαγον
πρὸ του̃ κοιμηθη̃ναι καὶ οἱ ἄνδρες τη̃ς πόλεως οἱ Σοδομι̃ται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου ἅπας ὁ λαὸς ἅμα
καὶ ἐξεκαλου̃ντο τὸν Λωτ καὶ ἔλεγον πρὸς αὐτόν που̃ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα ἐξάγαγε αὐτοὺς πρὸς ἡμα̃ς ἵνα συγγενώμεθα αὐτοι̃ς
ἐξη̃λθεν δὲ Λωτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον τὴν δὲ θύραν προσέω̨ξεν ὀπίσω αὐτου̃
εἰ̃πεν δὲ πρὸς αὐτούς μηδαμω̃ς ἀδελφοί μὴ πονηρεύσησθε
εἰσὶν δέ μοι δύο θυγατέρες αἳ οὐκ ἔγνωσαν ἄνδρα ἐξάξω αὐτὰς πρὸς ὑμα̃ς καὶ χρήσασθε αὐται̃ς καθὰ ἂν ἀρέσκη̨ ὑμι̃ν μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον οὑ̃ εἵνεκεν εἰση̃λθον ὑπὸ τὴν σκέπην τω̃ν δοκω̃ν μου
εἰ̃παν δέ ἀπόστα ἐκει̃ εἱ̃ς ἠ̃λθες παροικει̃ν μὴ καὶ κρίσιν κρίνειν νυ̃ν οὐ̃ν σὲ κακώσομεν μα̃λλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σφόδρα καὶ ἤγγισαν συντρι̃ψαι τὴν θύραν
10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χει̃ρας εἰσεσπάσαντο τὸν Λωτ πρὸς ἑαυτοὺς εἰς τὸν οἰ̃κον καὶ τὴν θύραν του̃ οἴκου ἀπέκλεισαν
11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τη̃ς θύρας του̃ οἴκου ἐπάταξαν ἀορασία̨ ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ παρελύθησαν ζητου̃ντες τὴν θύραν
12 εἰ̃παν δὲ οἱ ἄνδρες πρὸς Λωτ ἔστιν τίς σοι ὡ̃δε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες ἢ εἴ τίς σοι ἄλλος ἔστιν ἐν τη̨̃ πόλει ἐξάγαγε ἐκ του̃ τόπου τούτου
13 ὅτι ἀπόλλυμεν ἡμει̃ς τὸν τόπον του̃τον ὅτι ὑψώθη ἡ κραυγὴ αὐτω̃ν ἐναντίον κυρίου καὶ ἀπέστειλεν ἡμα̃ς κύριος ἐκτρι̃ψαι αὐτήν
14 ἐξη̃λθεν δὲ Λωτ καὶ ἐλάλησεν πρὸς τοὺς γαμβροὺς αὐτου̃ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτου̃ καὶ εἰ̃πεν ἀνάστητε καὶ ἐξέλθατε ἐκ του̃ τόπου τούτου ὅτι ἐκτρίβει κύριος τὴν πόλιν ἔδοξεν δὲ γελοιάζειν ἐναντίον τω̃ν γαμβρω̃ν αὐτου̃
15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λωτ λέγοντες ἀναστὰς λαβὲ τὴν γυναι̃κά σου καὶ τὰς δύο θυγατέρας σου ἃς ἔχεις καὶ ἔξελθε ἵνα μὴ συναπόλη̨ ται̃ς ἀνομίαις τη̃ς πόλεως
16 καὶ ἐταράχθησαν καὶ ἐκράτησαν οἱ ἄγγελοι τη̃ς χειρὸς αὐτου̃ καὶ τη̃ς χειρὸς τη̃ς γυναικὸς αὐτου̃ καὶ τω̃ν χειρω̃ν τω̃ν δύο θυγατέρων αὐτου̃ ἐν τω̨̃ φείσασθαι κύριον αὐτου̃
17 καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἰ̃παν σώ̨ζων σω̨̃ζε τὴν σεαυτου̃ ψυχήν μὴ περιβλέψη̨ς εἰς τὰ ὀπίσω μηδὲ στη̨̃ς ἐν πάση̨ τη̨̃ περιχώρω̨ εἰς τὸ ὄρος σώ̨ζου μήποτε συμπαραλημφθη̨̃ς
18 εἰ̃πεν δὲ Λωτ πρὸς αὐτούς δέομαι κύριε
19 ἐπειδὴ εὑ̃ρεν ὁ παι̃ς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιει̃ς ἐπ' ἐμέ του̃ ζη̃ν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθη̃ναι εἰς τὸ ὄρος μὴ καταλάβη̨ με τὰ κακὰ καὶ ἀποθάνω
20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς του̃ καταφυγει̃ν με ἐκει̃ ἥ ἐστιν μικρά ἐκει̃ σωθήσομαι οὐ μικρά ἐστιν καὶ ζήσεται ἡ ψυχή μου
21 καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τω̨̃ ῥήματι τούτω̨ του̃ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἡ̃ς ἐλάλησας
22 σπευ̃σον οὐ̃ν του̃ σωθη̃ναι ἐκει̃ οὐ γὰρ δυνήσομαι ποιη̃σαι πρα̃γμα ἕως του̃ σε εἰσελθει̃ν ἐκει̃ διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα τη̃ς πόλεως ἐκείνης Σηγωρ
23 ὁ ἥλιος ἐξη̃λθεν ἐπὶ τὴν γη̃ν καὶ Λωτ εἰση̃λθεν εἰς Σηγωρ
24 καὶ κύριος ἔβρεξεν ἐπὶ Σοδομα καὶ Γομορρα θει̃ον καὶ πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃
25 καὶ κατέστρεψεν τὰς πόλεις ταύτας καὶ πα̃σαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικου̃ντας ἐν ται̃ς πόλεσιν καὶ πάντα τὰ ἀνατέλλοντα ἐκ τη̃ς γη̃ς
26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτου̃ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός
27 ὤρθρισεν δὲ Αβρααμ τὸ πρωὶ εἰς τὸν τόπον οὑ̃ εἱστήκει ἐναντίον κυρίου
28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδομων καὶ Γομορρας καὶ ἐπὶ πρόσωπον τη̃ς γη̃ς τη̃ς περιχώρου καὶ εἰ̃δεν καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ τη̃ς γη̃ς ὡσεὶ ἀτμὶς καμίνου
29 καὶ ἐγένετο ἐν τω̨̃ ἐκτρι̃ψαι κύριον πάσας τὰς πόλεις τη̃ς περιοίκου ἐμνήσθη ὁ θεὸς του̃ Αβρααμ καὶ ἐξαπέστειλεν τὸν Λωτ ἐκ μέσου τη̃ς καταστροφη̃ς ἐν τω̨̃ καταστρέψαι κύριον τὰς πόλεις ἐν αἱ̃ς κατώ̨κει ἐν αὐται̃ς Λωτ
30 ἀνέβη δὲ Λωτ ἐκ Σηγωρ καὶ ἐκάθητο ἐν τω̨̃ ὄρει καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃ ἐφοβήθη γὰρ κατοικη̃σαι ἐν Σηγωρ καὶ ὤ̨κησεν ἐν τω̨̃ σπηλαίω̨ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτου̃ μετ' αὐτου̃
31 εἰ̃πεν δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ὁ πατὴρ ἡμω̃ν πρεσβύτερος καὶ οὐδείς ἐστιν ἐπὶ τη̃ς γη̃ς ὃς εἰσελεύσεται πρὸς ἡμα̃ς ὡς καθήκει πάση̨ τη̨̃ γη̨̃
32 δευ̃ρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμω̃ν οἰ̃νον καὶ κοιμηθω̃μεν μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα
33 ἐπότισαν δὲ τὸν πατέρα αὐτω̃ν οἰ̃νον ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ εἰσελθου̃σα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς τὴν νύκτα ἐκείνην καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι
34 ἐγένετο δὲ τη̨̃ ἐπαύριον καὶ εἰ̃πεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν ἰδοὺ ἐκοιμήθην ἐχθὲς μετὰ του̃ πατρὸς ἡμω̃ν ποτίσωμεν αὐτὸν οἰ̃νον καὶ τὴν νύκτα ταύτην καὶ εἰσελθου̃σα κοιμήθητι μετ' αὐτου̃ καὶ ἐξαναστήσωμεν ἐκ του̃ πατρὸς ἡμω̃ν σπέρμα
35 ἐπότισαν δὲ καὶ ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ τὸν πατέρα αὐτω̃ν οἰ̃νον καὶ εἰσελθου̃σα ἡ νεωτέρα ἐκοιμήθη μετὰ του̃ πατρὸς αὐτη̃ς καὶ οὐκ ἤ̨δει ἐν τω̨̃ κοιμηθη̃ναι αὐτὴν καὶ ἀναστη̃ναι
36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λωτ ἐκ του̃ πατρὸς αὐτω̃ν
37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Μωαβ λέγουσα ἐκ του̃ πατρός μου οὑ̃τος πατὴρ Μωαβιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας
38 ἔτεκεν δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Αμμαν υἱὸς του̃ γένους μου οὑ̃τος πατὴρ Αμμανιτω̃ν ἕως τη̃ς σήμερον ἡμέρας
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.