Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 1,  στἰχοι 15-24

15 ὅτε δὲ εὐδόκησεν ὁ θεòς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τη̃ς χάριτος αὐτου̃
16 ἀποκαλύψαι τòν υἱòν αὐτου̃ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτòν ἐν τοι̃ς ἔθνεσιν εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι
17 οὐδὲ ἀνη̃λθον εἰς ‘Ιεροσόλυμα πρòς τοὺς πρò ἐμου̃ ἀποστόλους ἀλλὰ ἀπη̃λθον εἰς ’Αραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν
18 ἔπειτα μετὰ ἔτη τρία ἀνη̃λθον εἰς ‘Ιεροσόλυμα ἱστορη̃σαι Κηφα̃ν καὶ ἐπέμεινα πρòς αὐτòν ἡμέρας δεκαπέντε
19 ἕτερον δὲ τω̃ν ἀποστόλων οὐκ εἰ̃δον εἰ μὴ ’Ιάκωβον τòν ἀδελφòν του̃ κυρίου
20 ἃ δὲ γράφω ὑμι̃ν ἰδοὺ ἐνώπιον του̃ θεου̃ ὅτι οὐ ψεύδομαι
21 ἔπειτα ἠ̃λθον εἰς τὰ κλίματα τη̃ς Συρίας καὶ τη̃ς Κιλικίας
22 ἤμην δὲ ἀγνοούμενος τω̨̃ προσώπω̨ ται̃ς ἐκκλησίαις τη̃ς ’Ιουδαίας ται̃ς ἐν Χριστω̨̃
23 μόνον δὲ ἀκούοντες ἠ̃σαν ὅτι ὁ διώκων ἡμα̃ς ποτε νυ̃ν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει
24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τòν θεόν

ΠΡΟΣ ΓΑΛΑΤΑΣ, κεφαλίς 2,  στἰχοι 1-10

ἔπειτα διὰ δεκατεσσάρων ἐτω̃ν πάλιν ἀνέβην εἰς ‘Ιεροσόλυμα μετὰ Βαρναβα̃ συμπαραλαβὼν καὶ Τίτον
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοι̃ς τò εὐαγγέλιον ὃ κηρύσσω ἐν τοι̃ς ἔθνεσιν κατ' ἰδίαν δὲ τοι̃ς δοκου̃σιν μή πως εἰς κενòν τρέχω ἢ ἔδραμον
ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί ‘Έλλην ὤν ἠναγκάσθη περιτμηθη̃ναι
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους οἵτινες παρειση̃λθον κατασκοπη̃σαι τὴν ἐλευθερίαν ἡμω̃ν ἣν ἔχομεν ἐν Χριστω̨̃ ’Ιησου̃ ἵνα ἡμα̃ς καταδουλώσουσιν
οἱ̃ς οὐδὲ πρòς ὥραν εἴξαμεν τη̨̃ ὑποταγη̨̃ ἵνα ἡ ἀλήθεια του̃ εὐαγγελίου διαμείνη̨ πρòς ὑμα̃ς
ἀπò δὲ τω̃ν δοκούντων εἰ̃ναί τι ὁποι̃οί ποτε ἠ̃σαν οὐδέν μοι διαφέρει πρόσωπον ὁ θεòς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκου̃ντες οὐδὲν προσανέθεντο
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τò εὐαγγέλιον τη̃ς ἀκροβυστίας καθὼς Πέτρος τη̃ς περιτομη̃ς
ὁ γὰρ ἐνεργήσας Πέτρω̨ εἰς ἀποστολὴν τη̃ς περιτομη̃ς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη
καὶ γνόντες τὴν χάριν τὴν δοθει̃σάν μοι ’Ιάκωβος καὶ Κηφα̃ς καὶ ’Ιωάννης οἱ δοκου̃ντες στυ̃λοι εἰ̃ναι δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβα̨̃ κοινωνίας ἵνα ἡμει̃ς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν
10 μόνον τω̃ν πτωχω̃ν ἵνα μνημονεύωμεν ὃ καὶ ἐσπούδασα αὐτò του̃το ποιη̃σαι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.