1 καὶ συνήχθησαν πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης του̃ ὕδατος καὶ εἰ̃παν τω̨̃ Εσδρα τω̨̃ γραμματει̃ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυση̃ ὃν ἐνετείλατο κύριος τω̨̃ Ισραηλ |
2 καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τη̃ς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πα̃ς ὁ συνίων ἀκούειν ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ ἑβδόμου |
3 καὶ ἀνέγνω ἐν αὐτω̨̃ ἀπὸ τη̃ς ὥρας του̃ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τη̃ς ἡμέρας ἀπέναντι τω̃ν ἀνδρω̃ν καὶ τω̃ν γυναικω̃ν καὶ αὐτοὶ συνιέντες καὶ ὠ̃τα παντὸς του̃ λαου̃ εἰς τὸ βιβλίον του̃ νόμου |
4 καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου καὶ ἔστησαν ἐχόμενα αὐτου̃ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ ἀριστερω̃ν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ |
5 καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς του̃ λαου̃ ὅτι αὐτὸς ἠ̃ν ἐπάνω του̃ λαου̃ καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό ἔστη πα̃ς ὁ λαός |
6 καὶ ηὐλόγησεν Εσδρας κύριον τὸν θεὸν τὸν μέγαν καὶ ἀπεκρίθη πα̃ς ὁ λαὸς καὶ εἰ̃παν αμην ἐπάραντες χει̃ρας αὐτω̃ν καὶ ἔκυψαν καὶ προσεκύνησαν τω̨̃ κυρίω̨ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν |
7 καὶ 'Ιησου̃ς καὶ Βαναιας καὶ Σαραβια ἠ̃σαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τη̨̃ στάσει αὐτου̃ |
8 καὶ ἀνέγνωσαν ἐν βιβλίω̨ νόμου του̃ θεου̃ καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμη̨ κυρίου καὶ συνη̃κεν ὁ λαὸς ἐν τη̨̃ ἀναγνώσει |
9 καὶ εἰ̃πεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευι̃ται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἰ̃παν παντὶ τω̨̃ λαω̨̃ ἡ ἡμέρα ἁγία ἐστὶν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν μὴ πενθει̃τε μηδὲ κλαίετε ὅτι ἔκλαιεν πα̃ς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους του̃ νόμου |
10 καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοι̃ς μὴ ἔχουσιν ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τω̨̃ κυρίω̨ ἡμω̃ν καὶ μὴ διαπέσητε ὅτι ἐστὶν ἰσχὺς ὑμω̃ν |
11 καὶ οἱ Λευι̃ται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες σιωπα̃τε ὅτι ἡ ἡμέρα ἁγία καὶ μὴ καταπίπτετε |
12 καὶ ἀπη̃λθεν πα̃ς ὁ λαὸς φαγει̃ν καὶ πιει̃ν καὶ ἀποστέλλειν μερίδας καὶ ποιη̃σαι εὐφροσύνην μεγάλην ὅτι συνη̃καν ἐν τοι̃ς λόγοις οἱ̃ς ἐγνώρισεν αὐτοι̃ς |
13 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ συνήχθησαν οἱ ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ παντὶ λαω̨̃ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστη̃σαι πρὸς πάντας τοὺς λόγους του̃ νόμου |
14 καὶ εὕροσαν γεγραμμένον ἐν τω̨̃ νόμω̨ ὡ̨̃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναι̃ς ἐν ἑορτη̨̃ ἐν μηνὶ τω̨̃ ἑβδόμω̨ |
15 καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐν Ιερουσαλημ καὶ εἰ̃πεν Εσδρας ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιη̃σαι σκηνὰς κατὰ τὸ γεγραμμένον |
16 καὶ ἐξη̃λθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοι̃ς σκηνὰς ἀνὴρ ἐπὶ του̃ δώματος αὐτου̃ καὶ ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν καὶ ἐν ται̃ς αὐλαι̃ς οἴκου του̃ θεου̃ καὶ ἐν πλατείαις τη̃ς πόλεως καὶ ἕως πύλης Εφραιμ |
17 καὶ ἐποίησαν πα̃σα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τη̃ς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναι̃ς ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερω̃ν 'Ιησου̃ υἱου̃ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τη̃ς ἡμέρας ἐκείνης καὶ ἐγένετο εὐφροσύνη μεγάλη |
18 καὶ ἀνέγνω ἐν βιβλίω̨ νόμου του̃ θεου̃ ἡμέραν ἐν ἡμέρα̨ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον κατὰ τὸ κρίμα |