ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 37,
στἰχοι 1-10
1 καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσω̨ του̃ πεδίου καὶ του̃το ἠ̃ν μεστὸν ὀστέων ἀνθρωπίνων |
2 καὶ περιήγαγέν με ἐπ' αὐτὰ κυκλόθεν κύκλω̨ καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου του̃ πεδίου ξηρὰ σφόδρα |
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστα̃ ταυ̃τα καὶ εἰ̃πα κύριε σὺ ἐπίστη̨ ταυ̃τα |
4 καὶ εἰ̃πεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστα̃ ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς τὰ ὀστα̃ τὰ ξηρά ἀκούσατε λόγον κυρίου |
5 τάδε λέγει κύριος τοι̃ς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμα̃ς πνευ̃μα ζωη̃ς |
6 καὶ δώσω ἐφ' ὑμα̃ς νευ̃ρα καὶ ἀνάξω ἐφ' ὑμα̃ς σάρκας καὶ ἐκτενω̃ ἐφ' ὑμα̃ς δέρμα καὶ δώσω πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος |
7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι καὶ ἐγένετο ἐν τω̨̃ ἐμὲ προφητευ̃σαι καὶ ἰδοὺ σεισμός καὶ προσήγαγε τὰ ὀστα̃ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτου̃ |
8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἐπ' αὐτὰ νευ̃ρα καὶ σάρκες ἐφύοντο καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω καὶ πνευ̃μα οὐκ ἠ̃ν ἐν αὐτοι̃ς |
9 καὶ εἰ̃πεν πρός με προφήτευσον υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὸ πνευ̃μα καὶ εἰπὸν τω̨̃ πνεύματι τάδε λέγει κύριος ἐκ τω̃ν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους καὶ ζησάτωσαν |
10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι καὶ εἰση̃λθεν εἰς αὐτοὺς τὸ πνευ̃μα καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τω̃ν ποδω̃ν αὐτω̃ν συναγωγὴ πολλὴ σφόδρα |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.