Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 14

1 καὶ ἠ̃λθον πρός με ἄνδρες ἐκ τω̃ν πρεσβυτέρων του̃ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου
2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
3 υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὑ̃τοι ἔθεντο τὰ διανοήματα αὐτω̃ν ἐπὶ τὰς καρδίας αὐτω̃ν καὶ τὴν κόλασιν τω̃ν ἀδικιω̃ν αὐτω̃ν ἔθηκαν πρὸ προσώπου αὐτω̃ν εἰ ἀποκρινόμενος ἀποκριθω̃ αὐτοι̃ς
4 διὰ του̃το λάλησον αὐτοι̃ς καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ του̃ οἴκου Ισραηλ ὃς ἂν θη̨̃ τὰ διανοήματα αὐτου̃ ἐπὶ τὴν καρδίαν αὐτου̃ καὶ τὴν κόλασιν τη̃ς ἀδικίας αὐτου̃ τάξη̨ πρὸ προσώπου αὐτου̃ καὶ ἔλθη̨ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτω̨̃ ἐν οἱ̃ς ἐνέχεται ἡ διάνοια αὐτου̃
5 ὅπως πλαγιάση̨ τὸν οἰ̃κον του̃ Ισραηλ κατὰ τὰς καρδίας αὐτω̃ν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμου̃ ἐν τοι̃ς ἐνθυμήμασιν αὐτω̃ν
6 διὰ του̃το εἰπὸν πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τω̃ν ἐπιτηδευμάτων ὑμω̃ν καὶ ἀπὸ πασω̃ν τω̃ν ἀσεβειω̃ν ὑμω̃ν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμω̃ν
7 διότι ἄνθρωπος ἄνθρωπος ἐκ του̃ οἴκου Ισραηλ καὶ ἐκ τω̃ν προσηλύτων τω̃ν προσηλυτευόντων ἐν τω̨̃ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθη̨̃ ἀπ' ἐμου̃ καὶ θη̃ται τὰ ἐνθυμήματα αὐτου̃ ἐπὶ τὴν καρδίαν αὐτου̃ καὶ τὴν κόλασιν τη̃ς ἀδικίας αὐτου̃ τάξη̨ πρὸ προσώπου αὐτου̃ καὶ ἔλθη̨ πρὸς τὸν προφήτην του̃ ἐπερωτη̃σαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτω̨̃ ἐν ὡ̨̃ ἐνέχεται ἐν αὐτω̨̃
8 καὶ στηριω̃ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρω̃ αὐτὸν ἐκ μέσου του̃ λαου̃ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
9 καὶ ὁ προφήτης ἐὰν πλανηθη̨̃ καὶ λαλήση̨ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκει̃νον καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτὸν καὶ ἀφανιω̃ αὐτὸν ἐκ μέσου του̃ λαου̃ μου Ισραηλ
10 καὶ λήμψονται τὴν ἀδικίαν αὐτω̃ν κατὰ τὸ ἀδίκημα του̃ ἐπερωτω̃ντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τω̨̃ προφήτη̨ ἔσται
11 ὅπως μὴ πλανα̃ται ἔτι ὁ οἰ̃κος του̃ Ισραηλ ἀπ' ἐμου̃ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πα̃σιν τοι̃ς παραπτώμασιν αὐτω̃ν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν λέγει κύριος
12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
13 υἱὲ ἀνθρώπου γη̃ ἐὰν ἁμάρτη̨ μοι του̃ παραπεσει̃ν παράπτωμα καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπ' αὐτὴν καὶ συντρίψω αὐτη̃ς στήριγμα ἄρτου καὶ ἐξαποστελω̃ ἐπ' αὐτὴν λιμὸν καὶ ἐξαρω̃ ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτήνη
14 καὶ ἐὰν ὠ̃σιν οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν σωθήσονται λέγει κύριος
15 ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γη̃ν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τω̃ν θηρίων
16 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ὠ̃σι ζω̃ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ' ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γη̃ ἔσται εἰς ὄλεθρον
17 ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τη̃ς γη̃ς καὶ ἐξαρω̃ ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος
18 καὶ οἱ τρει̃ς ἄνδρες οὑ̃τοι ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται
19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γη̃ν ἐκείνην καὶ ἐκχεω̃ τὸν θυμόν μου ἐπ' αὐτὴν ἐν αἵματι του̃ ἐξολεθρευ̃σαι ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος
20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσω̨ αὐτη̃ς ζω̃ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθω̃σιν αὐτοὶ ἐν τη̨̃ δικαιοσύνη̨ αὐτω̃ν ῥύσονται τὰς ψυχὰς αὐτω̃ν
21 τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ του̃ ἐξολεθρευ̃σαι ἐξ αὐτη̃ς ἄνθρωπον καὶ κτη̃νος
22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτη̨̃ οἱ ἀνασεσω̨σμένοι αὐτη̃ς οἳ ἐξάγουσιν ἐξ αὐτη̃ς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμα̃ς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ ἐνθυμήματα αὐτω̃ν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ' αὐτήν
23 καὶ παρακαλέσουσιν ὑμα̃ς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ ἐνθυμήματα αὐτω̃ν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτη̨̃ λέγει κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.