ΕΞΟΔΟΣ,
κεφαλίς 40,
στἰχοι 34-38
34 καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν του̃ μαρτυρίου καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή |
35 καὶ οὐκ ἠδυνάσθη Μωυση̃ς εἰσελθει̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή |
36 ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τη̨̃ ἀπαρτία̨ αὐτω̃ν |
37 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη οὐκ ἀνεζεύγνυσαν ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνέβη ἡ νεφέλη |
38 νεφέλη γὰρ ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας καὶ πυ̃ρ ἠ̃ν ἐπ' αὐτη̃ς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ται̃ς ἀναζυγαι̃ς αὐτω̃ν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.