Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 20,  στἰχοι 2-17

ἐγώ εἰμι κύριος ὁ θεός σου ὅστις ἐξήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμου̃
οὐ ποιήσεις σεαυτω̨̃ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ὅσα ἐν τη̨̃ γη̨̃ κάτω καὶ ὅσα ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς
οὐ προσκυνήσεις αὐτοι̃ς οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεα̃ς τοι̃ς μισου̃σίν με
καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας τοι̃ς ἀγαπω̃σίν με καὶ τοι̃ς φυλάσσουσιν τὰ προστάγματά μου
οὐ λήμψη̨ τὸ ὄνομα κυρίου του̃ θεου̃ σου ἐπὶ ματαίω̨ οὐ γὰρ μὴ καθαρίση̨ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτου̃ ἐπὶ ματαίω̨
μνήσθητι τὴν ἡμέραν τω̃ν σαββάτων ἁγιάζειν αὐτήν
ἓξ ἡμέρας ἐργα̨̃ καὶ ποιήσεις πάντα τὰ ἔργα σου
10 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πα̃ν κτη̃νός σου καὶ ὁ προσήλυτος ὁ παροικω̃ν ἐν σοί
11 ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς καὶ κατέπαυσεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ διὰ του̃το εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν
12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἵνα εὐ̃ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένη̨ ἐπὶ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι
13 οὐ μοιχεύσεις
14 οὐ κλέψεις
15 οὐ φονεύσεις
16 οὐ ψευδομαρτυρήσεις κατὰ του̃ πλησίον σου μαρτυρίαν ψευδη̃
17 οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν του̃ πλησίον σου οὕτε τὸν ἀγρὸν αὐτου̃ οὕτε τὸν παι̃δα αὐτου̃ οὕτε τὴν παιδίσκην αὐτου̃ οὕτε του̃ βοὸς αὐτου̃ οὕτε του̃ ὑποζυγίου αὐτου̃ οὕτε παντὸς κτήνους αὐτου̃ οὕτε ὅσα τω̨̃ πλησίον σού ἐστιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.