1 ἠ̃ν δέ τις ἐκ τη̃ς φυλη̃ς Λευι ὃς ἔλαβεν τω̃ν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν |
2 καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστει̃ον ἐσκέπασαν αὐτὸ μη̃νας τρει̃ς |
3 ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτω̨̃ ἡ μήτηρ αὐτου̃ θι̃βιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσση̨ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν |
4 καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτου̃ μακρόθεν μαθει̃ν τί τὸ ἀποβησόμενον αὐτω̨̃ |
5 κατέβη δὲ ἡ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτη̃ς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδου̃σα τὴν θι̃βιν ἐν τω̨̃ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν |
6 ἀνοίξασα δὲ ὁρα̨̃ παιδίον κλαι̃ον ἐν τη̨̃ θίβει καὶ ἐφείσατο αὐτου̃ ἡ θυγάτηρ Φαραω καὶ ἔφη ἀπὸ τω̃ν παιδίων τω̃ν Εβραίων του̃το |
7 καὶ εἰ̃πεν ἡ ἀδελφὴ αὐτου̃ τη̨̃ θυγατρὶ Φαραω θέλεις καλέσω σοι γυναι̃κα τροφεύουσαν ἐκ τω̃ν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον |
8 ἡ δὲ εἰ̃πεν αὐτη̨̃ ἡ θυγάτηρ Φαραω πορεύου ἐλθου̃σα δὲ ἡ νεα̃νις ἐκάλεσεν τὴν μητέρα του̃ παιδίου |
9 εἰ̃πεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραω διατήρησόν μοι τὸ παιδίον του̃το καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό |
10 ἁδρυνθέντος δὲ του̃ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραω καὶ ἐγενήθη αὐτη̨̃ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Μωυση̃ν λέγουσα ἐκ του̃ ὕδατος αὐτὸν ἀνειλόμην |
11 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ται̃ς πολλαι̃ς ἐκείναις μέγας γενόμενος Μωυση̃ς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς υἱοὺς Ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτω̃ν ὁρα̨̃ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραι̃ον τω̃ν ἑαυτου̃ ἀδελφω̃ν τω̃ν υἱω̃ν Ισραηλ |
12 περιβλεψάμενος δὲ ὡ̃δε καὶ ὡ̃δε οὐχ ὁρα̨̃ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τη̨̃ ἄμμω̨ |
13 ἐξελθὼν δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ὁρα̨̃ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τω̨̃ ἀδικου̃ντι διὰ τί σὺ τύπτεις τὸν πλησίον |
14 ὁ δὲ εἰ̃πεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμω̃ν μὴ ἀνελει̃ν με σὺ θέλεις ὃν τρόπον ἀνει̃λες ἐχθὲς τὸν Αἰγύπτιον ἐφοβήθη δὲ Μωυση̃ς καὶ εἰ̃πεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥη̃μα του̃το |
15 ἤκουσεν δὲ Φαραω τὸ ῥη̃μα του̃το καὶ ἐζήτει ἀνελει̃ν Μωυση̃ν ἀνεχώρησεν δὲ Μωυση̃ς ἀπὸ προσώπου Φαραω καὶ ὤ̨κησεν ἐν γη̨̃ Μαδιαμ ἐλθὼν δὲ εἰς γη̃ν Μαδιαμ ἐκάθισεν ἐπὶ του̃ φρέατος |
16 τω̨̃ δὲ ἱερει̃ Μαδιαμ ἠ̃σαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν Ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν Ιοθορ |
17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ Μωυση̃ς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐται̃ς καὶ ἐπότισεν τὰ πρόβατα αὐτω̃ν |
18 παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτω̃ν ὁ δὲ εἰ̃πεν αὐται̃ς τί ὅτι ἐταχύνατε του̃ παραγενέσθαι σήμερον |
19 αἱ δὲ εἰ̃παν ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμα̃ς ἀπὸ τω̃ν ποιμένων καὶ ἤντλησεν ἡμι̃ν καὶ ἐπότισεν τὰ πρόβατα ἡμω̃ν |
20 ὁ δὲ εἰ̃πεν ται̃ς θυγατράσιν αὐτου̃ καὶ που̃ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὐ̃ν αὐτόν ὅπως φάγη̨ ἄρτον |
21 κατω̨κίσθη δὲ Μωυση̃ς παρὰ τω̨̃ ἀνθρώπω̨ καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτου̃ Μωυση̨̃ γυναι̃κα |
22 ἐν γαστρὶ δὲ λαβου̃σα ἡ γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸ ὄνομα αὐτου̃ Γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γη̨̃ ἀλλοτρία̨ |
23 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τω̃ν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη ἡ βοὴ αὐτω̃ν πρὸς τὸν θεὸν ἀπὸ τω̃ν ἔργων |
24 καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτω̃ν καὶ ἐμνήσθη ὁ θεὸς τη̃ς διαθήκης αὐτου̃ τη̃ς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ |
25 καὶ ἐπει̃δεν ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσθη αὐτοι̃ς |