Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 9

1 ὅτι σὺν πα̃ν του̃το ἔδωκα εἰς καρδίαν μου καὶ καρδία μου σὺν πα̃ν εἰ̃δεν του̃το ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ ἐργασίαι αὐτω̃ν ἐν χειρὶ του̃ θεου̃ καί γε ἀγάπην καί γε μι̃σος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος τὰ πάντα πρὸ προσώπου αὐτω̃ν
2 ματαιότης ἐν τοι̃ς πα̃σιν συνάντημα ἓν τω̨̃ δικαίω̨ καὶ τω̨̃ ἀσεβει̃ τω̨̃ ἀγαθω̨̃ καὶ τω̨̃ κακω̨̃ καὶ τω̨̃ καθαρω̨̃ καὶ τω̨̃ ἀκαθάρτω̨ καὶ τω̨̃ θυσιάζοντι καὶ τω̨̃ μὴ θυσιάζοντι ὡς ὁ ἀγαθός ὡ̃ς ὁ ἁμαρτάνων ὡ̃ς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος
3 του̃το πονηρὸν ἐν παντὶ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον ὅτι συνάντημα ἓν τοι̃ς πα̃σιν καί γε καρδία υἱω̃ν του̃ ἀνθρώπου ἐπληρώθη πονηρου̃ καὶ περιφέρεια ἐν καρδία̨ αὐτω̃ν ἐν ζωη̨̃ αὐτω̃ν καὶ ὀπίσω αὐτω̃ν πρὸς τοὺς νεκρούς
4 ὅτι τίς ὃς κοινωνει̃ πρὸς πάντας τοὺς ζω̃ντας ἔστιν ἐλπίς ὅτι ὁ κύων ὁ ζω̃ν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν
5 ὅτι οἱ ζω̃ντες γνώσονται ὅτι ἀποθανου̃νται καὶ οἱ νεκροὶ οὔκ εἰσιν γινώσκοντες οὐδέν καὶ οὐκ ἔστιν αὐτοι̃ς ἔτι μισθός ὅτι ἐπελήσθη ἡ μνήμη αὐτω̃ν
6 καί γε ἀγάπη αὐτω̃ν καί γε μι̃σος αὐτω̃ν καί γε ζη̃λος αὐτω̃ν ἤδη ἀπώλετο καὶ μερὶς οὐκ ἔστιν αὐτοι̃ς ἔτι εἰς αἰω̃να ἐν παντὶ τω̨̃ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον
7 δευ̃ρο φάγε ἐν εὐφροσύνη̨ ἄρτον σου καὶ πίε ἐν καρδία̨ ἀγαθη̨̃ οἰ̃νόν σου ὅτι ἤδη εὐδόκησεν ὁ θεὸς τὰ ποιήματά σου
8 ἐν παντὶ καιρω̨̃ ἔστωσαν ἱμάτιά σου λευκά καὶ ἔλαιον ἐπὶ κεφαλήν σου μὴ ὑστερησάτω
9 ἰδὲ ζωὴν μετὰ γυναικός ἡ̃ς ἠγάπησας πάσας ἡμέρας ζωη̃ς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον πάσας ἡμέρας ματαιότητός σου ὅτι αὐτὸ μερίς σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ ἐν τω̨̃ μόχθω̨ σου ὡ̨̃ σὺ μοχθει̃ς ὑπὸ τὸν ἥλιον
10 πάντα ὅσα ἂν εὕρη̨ ἡ χείρ σου του̃ ποιη̃σαι ὡς ἡ δύναμίς σου ποίησον ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνω̃σις καὶ σοφία ἐν ἅ̨δη̨ ὅπου σὺ πορεύη̨ ἐκει̃
11 ἐπέστρεψα καὶ εἰ̃δον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοι̃ς κούφοις ὁ δρόμος καὶ οὐ τοι̃ς δυνατοι̃ς ὁ πόλεμος καί γε οὐ τοι̃ς σοφοι̃ς ἄρτος καί γε οὐ τοι̃ς συνετοι̃ς πλου̃τος καί γε οὐ τοι̃ς γινώσκουσιν χάρις ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοι̃ς πα̃σιν αὐτοι̃ς
12 ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτου̃ ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρω̨ κακω̨̃ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ του̃ ἀνθρώπου εἰς καιρὸν πονηρόν ὅταν ἐπιπέση̨ ἐπ' αὐτοὺς ἄφνω
13 καί γε του̃το εἰ̃δον σοφίαν ὑπὸ τὸν ἥλιον καὶ μεγάλη ἐστὶν πρός με
14 πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτη̨̃ ὀλίγοι καὶ ἔλθη̨ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώση̨ αὐτὴν καὶ οἰκοδομήση̨ ἐπ' αὐτὴν χάρακας μεγάλους
15 καὶ εὕρη̨ ἐν αὐτη̨̃ ἄνδρα πένητα σοφόν καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν του̃ ἀνδρὸς του̃ πένητος ἐκείνου
16 καὶ εἰ̃πα ἐγώ ἀγαθὴ σοφία ὑπὲρ δύναμιν καὶ σοφία του̃ πένητος ἐξουδενωμένη καὶ λόγοι αὐτου̃ οὔκ εἰσιν ἀκουόμενοι
17 λόγοι σοφω̃ν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις
18 ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου καὶ ἁμαρτάνων εἱ̃ς ἀπολέσει ἀγαθωσύνην πολλήν

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 10

1 μυι̃αι θανατου̃σαι σαπριου̃σιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης
2 καρδία σοφου̃ εἰς δεξιὸν αὐτου̃ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτου̃
3 καί γε ἐν ὁδω̨̃ ὅταν ἄφρων πορεύηται καρδία αὐτου̃ ὑστερήσει καὶ ἃ λογιει̃ται πάντα ἀφροσύνη ἐστίν
4 ἐὰν πνευ̃μα του̃ ἐξουσιάζοντος ἀναβη̨̃ ἐπὶ σέ τόπον σου μὴ ἀφη̨̃ς ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας
5 ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ὃ ἐξη̃λθεν ἀπὸ προσώπου του̃ ἐξουσιάζοντος
6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινω̨̃ καθήσονται
7 εἰ̃δον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τη̃ς γη̃ς
8 ὁ ὀρύσσων βόθρον ἐν αὐτω̨̃ ἐμπεσει̃ται καὶ καθαιρου̃ντα φραγμόν δήξεται αὐτὸν ὄφις
9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοι̃ς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοι̃ς
10 ἐὰν ἐκπέση̨ τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία του̃ ἀνδρείου σοφία
11 ἐὰν δάκη̨ ὁ ὄφις ἐν οὐ ψιθυρισμω̨̃ καὶ οὐκ ἔστιν περισσεία τω̨̃ ἐπά̨δοντι
12 λόγοι στόματος σοφου̃ χάρις καὶ χείλη ἄφρονος καταποντιου̃σιν αὐτόν
13 ἀρχὴ λόγων στόματος αὐτου̃ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτου̃ περιφέρεια πονηρά
14 καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτου̃ τίς ἀναγγελει̃ αὐτω̨̃
15 μόχθος τω̃ν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω του̃ πορευθη̃ναι εἰς πόλιν
16 οὐαί σοι πόλις ἡ̃ς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωία̨ ἐσθίουσιν
17 μακαρία σύ γη̃ ἡ̃ς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται
18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις καὶ ἐν ἀργία̨ χειρω̃ν στάξει ἡ οἰκία
19 εἰς γέλωτα ποιου̃σιν ἄρτον καὶ οἰ̃νος εὐφραίνει ζω̃ντας καὶ του̃ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα
20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράση̨ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράση̨ πλούσιον ὅτι πετεινὸν του̃ οὐρανου̃ ἀποίσει σὺν τὴν φωνήν καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελει̃ λόγον

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 11

1 ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον του̃ ὕδατος ὅτι ἐν πλήθει τω̃ν ἡμερω̃ν εὑρήσεις αὐτόν
2 δὸς μερίδα τοι̃ς ἑπτὰ καί γε τοι̃ς ὀκτώ ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γη̃ν
3 ἐὰν πληρωθω̃σιν τὰ νέφη ὑετου̃ ἐπὶ τὴν γη̃ν ἐκχέουσιν καὶ ἐὰν πέση̨ ξύλον ἐν τω̨̃ νότω̨ καὶ ἐὰν ἐν τω̨̃ βορρα̨̃ τόπω̨ οὑ̃ πεσει̃ται τὸ ξύλον ἐκει̃ ἔσται
4 τηρω̃ν ἄνεμον οὐ σπερει̃ καὶ βλέπων ἐν ται̃ς νεφέλαις οὐ θερίσει
5 ἐν οἱ̃ς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς του̃ πνεύματος ὡς ὀστα̃ ἐν γαστρὶ τη̃ς κυοφορούσης οὕτως οὐ γνώση̨ τὰ ποιήματα του̃ θεου̃ ὅσα ποιήσει σὺν τὰ πάντα
6 ἐν πρωία̨ σπει̃ρον τὸ σπέρμα σου καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου ὅτι οὐ γινώσκεις ποι̃ον στοιχήσει ἢ του̃το ἢ του̃το καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά
7 καὶ γλυκὺ τὸ φω̃ς καὶ ἀγαθὸν τοι̃ς ὀφθαλμοι̃ς του̃ βλέπειν σὺν τὸν ἥλιον
8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος ἐν πα̃σιν αὐτοι̃ς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας του̃ σκότους ὅτι πολλαὶ ἔσονται πα̃ν τὸ ἐρχόμενον ματαιότης
9 εὐφραίνου νεανίσκε ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου καὶ περιπάτει ἐν ὁδοι̃ς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμω̃ν σου καὶ γνω̃θι ὅτι ἐπὶ πα̃σι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει
10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.