ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 5,
στἰχοι 6-21
6 ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας |
7 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου |
8 οὐ ποιήσεις σεαυτω̨̃ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ὅσα ἐν τη̨̃ γη̨̃ κάτω καὶ ὅσα ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς |
9 οὐ προσκυνήσεις αὐτοι̃ς οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοι̃ς μισου̃σίν με |
10 καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας τοι̃ς ἀγαπω̃σίν με καὶ τοι̃ς φυλάσσουσιν τὰ προστάγματά μου |
11 οὐ λήμψη̨ τὸ ὄνομα κυρίου του̃ θεου̃ σου ἐπὶ ματαίω̨ οὐ γὰρ μὴ καθαρίση̨ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτου̃ ἐπὶ ματαίω̨ |
12 φύλαξαι τὴν ἡμέραν τω̃ν σαββάτων ἁγιάζειν αὐτήν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου |
13 ἓξ ἡμέρας ἐργα̨̃ καὶ ποιήσεις πάντα τὰ ἔργα σου |
14 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πα̃ν κτη̃νός σου καὶ ὁ προσήλυτος ὁ παροικω̃ν ἐν σοί ἵνα ἀναπαύσηται ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ |
15 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκει̃θεν ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ διὰ του̃το συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τω̃ν σαββάτων καὶ ἁγιάζειν αὐτήν |
16 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου ἵνα εὐ̃ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένη̨ ἐπὶ τη̃ς γη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι |
|
|
|
20 οὐ ψευδομαρτυρήσεις κατὰ του̃ πλησίον σου μαρτυρίαν ψευδη̃ |
21 οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν του̃ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτου̃ οὔτε τὸν παι̃δα αὐτου̃ οὔτε τὴν παιδίσκην αὐτου̃ οὔτε του̃ βοὸς αὐτου̃ οὔτε του̃ ὑποζυγίου αὐτου̃ οὔτε παντὸς κτήνους αὐτου̃ οὔτε ὅσα τω̨̃ πλησίον σού ἐστιν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.