Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ, κεφαλίς 33

καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυση̃ς ἄνθρωπος του̃ θεου̃ τοὺς υἱοὺς Ισραηλ πρὸ τη̃ς τελευτη̃ς αὐτου̃
καὶ εἰ̃πεν κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμι̃ν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιω̃ν αὐτου̃ ἄγγελοι μετ' αὐτου̃
καὶ ἐφείσατο του̃ λαου̃ αὐτου̃ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χει̃ράς σου καὶ οὑ̃τοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τω̃ν λόγων αὐτου̃
νόμον ὃν ἐνετείλατο ἡμι̃ν Μωυση̃ς κληρονομίαν συναγωγαι̃ς Ιακωβ
καὶ ἔσται ἐν τω̨̃ ἠγαπημένω̨ ἄρχων συναχθέντων ἀρχόντων λαω̃ν ἅμα φυλαι̃ς Ισραηλ
ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμω̨̃
καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνη̃ς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτου̃ εἰσέλθοισαν αἱ χει̃ρες αὐτου̃ διακρινου̃σιν αὐτω̨̃ καὶ βοηθὸς ἐκ τω̃ν ἐχθρω̃ν αὐτου̃ ἔση̨
καὶ τω̨̃ Λευι εἰ̃πεν δότε Λευι δήλους αὐτου̃ καὶ ἀλήθειαν αὐτου̃ τω̨̃ ἀνδρὶ τω̨̃ ὁσίω̨ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρα̨ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας
ὁ λέγων τω̨̃ πατρὶ καὶ τη̨̃ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτου̃ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτου̃ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν
10 δηλώσουσιν τὰ δικαιώματά σου τω̨̃ Ιακωβ καὶ τὸν νόμον σου τω̨̃ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργη̨̃ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτου̃ καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ δέξαι κάταξον ὀσφὺν ἐχθρω̃ν ἐπανεστηκότων αὐτω̨̃ καὶ οἱ μισου̃ντες αὐτὸν μὴ ἀναστήτωσαν
12 καὶ τω̨̃ Βενιαμιν εἰ̃πεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ' αὐτω̨̃ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τω̃ν ὤμων αὐτου̃ κατέπαυσεν
13 καὶ τω̨̃ Ιωσηφ εἰ̃πεν ἀπ' εὐλογίας κυρίου ἡ γη̃ αὐτου̃ ἀπὸ ὡρω̃ν οὐρανου̃ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγω̃ν κάτωθεν
14 καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπω̃ν καὶ ἀπὸ συνόδων μηνω̃ν
15 καὶ ἀπὸ κορυφη̃ς ὀρέων ἀρχη̃ς καὶ ἀπὸ κορυφη̃ς βουνω̃ν ἀενάων
16 καὶ καθ' ὥραν γη̃ς πληρώσεως καὶ τὰ δεκτὰ τω̨̃ ὀφθέντι ἐν τω̨̃ βάτω̨ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφη̃ς δοξασθεὶς ἐν ἀδελφοι̃ς
17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτου̃ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτου̃ ἐν αὐτοι̃ς ἔθνη κερατιει̃ ἅμα ἕως ἐπ' ἄκρου γη̃ς αὑ̃ται μυριάδες Εφραιμ καὶ αὑ̃ται χιλιάδες Μανασση
18 καὶ τω̨̃ Ζαβουλων εἰ̃πεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδία̨ σου καί Ισσαχαρ ἐν τοι̃ς σκηνώμασιν αὐτου̃
19 ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκει̃ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλου̃τος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
20 καὶ τω̨̃ Γαδ εἰ̃πεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
21 καὶ εἰ̃δεν ἀπαρχὴν αὐτου̃ ὅτι ἐκει̃ ἐμερίσθη γη̃ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοι̃ς λαω̃ν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτου̃ μετὰ Ισραηλ
22 καὶ τω̨̃ Δαν εἰ̃πεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ του̃ Βασαν
23 καὶ τω̨̃ Νεφθαλι εἰ̃πεν Νεφθαλι πλησμονὴ δεκτω̃ν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
24 καὶ τω̨̃ Ασηρ εἰ̃πεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοι̃ς ἀδελφοι̃ς αὐτου̃ βάψει ἐν ἐλαίω̨ τὸν πόδα αὐτου̃
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτου̃ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς του̃ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς του̃ στερεώματος
27 καὶ σκέπασις θεου̃ ἀρχη̃ς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλει̃ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
28 καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γη̃ς Ιακωβ ἐπὶ σίτω̨ καὶ οἴνω̨ καὶ ὁ οὐρανὸς αὐτω̨̃ συννεφὴς δρόσω̨
29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σω̨ζόμενος ὑπὸ κυρίου ὑπερασπιει̃ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτω̃ν ἐπιβήση̨
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.