1 καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν ἡμι̃ν αὐτὸς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν |
2 καὶ εἰ̃πεν κύριος πρός με μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ ὥσπερ ἐποίησας Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων |
3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐπατάξαμεν αὐτὸν ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ σπέρμα |
4 καὶ ἐκρατήσαμεν πασω̃ν τω̃ν πόλεων αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτω̃ν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν |
5 πα̃σαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τω̃ν πόλεων τω̃ν Φερεζαίων τω̃ν πολλω̃ν σφόδρα |
6 ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων καὶ ἐξωλεθρεύσαμεν πα̃σαν πόλιν ἑξη̃ς καὶ τὰς γυναι̃κας καὶ τὰ παιδία |
7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκυ̃λα τω̃ν πόλεων ἐπρονομεύσαμεν ἑαυτοι̃ς |
8 καὶ ἐλάβομεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὴν γη̃ν ἐκ χειρω̃ν δύο βασιλέων τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου ἀπὸ του̃ χειμάρρου Αρνων καὶ ἕως Αερμων |
9 οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ καὶ ὁ Αμορραι̃ος ἐπωνόμασεν αὐτὸ Σανιρ |
10 πα̃σαι πόλεις Μισωρ καὶ πα̃σα Γαλααδ καὶ πα̃σα Βασαν ἕως Σελχα καὶ Εδραϊν πόλεις βασιλείας του̃ Ωγ ἐν τη̨̃ Βασαν |
11 ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τω̃ν Ραφαϊν ἰδοὺ ἡ κλίνη αὐτου̃ κλίνη σιδηρα̃ ἰδοὺ αὕτη ἐν τη̨̃ ἄκρα̨ τω̃ν υἱω̃ν Αμμων ἐννέα πηχω̃ν τὸ μη̃κος αὐτη̃ς καὶ τεσσάρων πηχω̃ν τὸ εὐ̃ρος αὐτη̃ς ἐν πήχει ἀνδρός |
12 καὶ τὴν γη̃ν ἐκείνην ἐκληρονομήσαμεν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτου̃ ἔδωκα τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ |
13 καὶ τὸ κατάλοιπον του̃ Γαλααδ καὶ πα̃σαν τὴν Βασαν βασιλείαν Ωγ ἔδωκα τω̨̃ ἡμίσει φυλη̃ς Μανασση καὶ πα̃σαν περίχωρον Αργοβ πα̃σαν τὴν Βασαν ἐκείνην γη̃ Ραφαϊν λογισθήσεται |
14 καὶ Ιαϊρ υἱὸς Μανασση ἔλαβεν πα̃σαν τὴν περίχωρον Αργοβ ἕως τω̃ν ὁρίων Γαργασι καὶ Ομαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ τὴν Βασαν Αυωθ Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης |
15 καὶ τω̨̃ Μαχιρ ἔδωκα τὴν Γαλααδ |
16 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ δέδωκα ἀπὸ τη̃ς Γαλααδ ἕως χειμάρρου Αρνων μέσον του̃ χειμάρρου ὅριον καὶ ἕως του̃ Ιαβοκ ὁ χειμάρρους ὅριον τοι̃ς υἱοι̃ς Αμμαν |
17 καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκη̃ς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολω̃ν |
18 καὶ ἐνετειλάμην ὑμι̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων κύριος ὁ θεὸς ὑμω̃ν ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην ἐν κλήρω̨ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ πα̃ς δυνατός |
19 πλὴν αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ τέκνα ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν οἰ̃δα ὅτι πολλὰ κτήνη ὑμι̃ν κατοικείτωσαν ἐν ται̃ς πόλεσιν ὑμω̃ν αἱ̃ς ἔδωκα ὑμι̃ν |
20 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κατακληρονομήσουσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν ἔδωκα ὑμι̃ν |
21 καὶ τω̨̃ 'Ιησοι̃ ἐνετειλάμην ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων οἱ ὀφθαλμοὶ ὑμω̃ν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τοι̃ς δυσὶ βασιλευ̃σι τούτοις οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμω̃ν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκει̃ |
22 οὐ φοβηθήσεσθε ὅτι κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς πολεμήσει περὶ ὑμω̃ν |
23 καὶ ἐδεήθην κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ λέγων |
24 κύριε κύριε σὺ ἤρξω δει̃ξαι τω̨̃ σω̨̃ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χει̃ρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἢ ἐπὶ τη̃ς γη̃ς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου |
25 διαβὰς οὐ̃ν ὄψομαι τὴν γη̃ν τὴν ἀγαθὴν ταύτην τὴν οὐ̃σαν πέραν του̃ Ιορδάνου τὸ ὄρος του̃το τὸ ἀγαθὸν καὶ τὸν 'Αντιλίβανον |
26 καὶ ὑπερει̃δεν κύριος ἐμὲ ἕνεκεν ὑμω̃ν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἰ̃πεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθη̨̃ς ἔτι λαλη̃σαι τὸν λόγον του̃τον |
27 ἀνάβηθι ἐπὶ κορυφὴν Λελαξευμένου καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς κατὰ θάλασσαν καὶ βορρα̃ν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου ὅτι οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον |
28 καὶ ἔντειλαι 'Ιησοι̃ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὑ̃τος διαβήσεται πρὸ προσώπου του̃ λαου̃ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοι̃ς τὴν γη̃ν ἣν ἑώρακας |
29 καὶ ἐνεκαθήμεθα ἐν νάπη̨ σύνεγγυς οἴκου Φογωρ |