1 καὶ συνετέλεσεν Μωυση̃ς λαλω̃ν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ |
2 καὶ εἰ̃πεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτω̃ν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἰ̃πεν πρός με οὐ διαβήση̨ τὸν Ιορδάνην του̃τον |
3 κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ 'Ιησου̃ς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος |
4 καὶ ποιήσει κύριος αὐτοι̃ς καθὰ ἐποίησεν Σηων καὶ Ωγ τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ τη̨̃ γη̨̃ αὐτω̃ν καθότι ἐξωλέθρευσεν αὐτούς |
5 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμι̃ν καὶ ποιήσετε αὐτοι̃ς καθότι ἐνετειλάμην ὑμι̃ν |
6 ἀνδρίζου καὶ ἴσχυε μὴ φοβου̃ μηδὲ δειλία μηδὲ πτοηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ' ὑμω̃ν ἐν ὑμι̃ν οὐ μή σε ἀνη̨̃ οὔτε μή σε ἐγκαταλίπη̨ |
7 καὶ ἐκάλεσεν Μωυση̃ς 'Ιησου̃ν καὶ εἰ̃πεν αὐτω̨̃ ἔναντι παντὸς Ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύση̨ πρὸ προσώπου του̃ λαου̃ τούτου εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν ἡμω̃ν δου̃ναι αὐτοι̃ς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοι̃ς |
8 καὶ κύριος ὁ συμπορευόμενος μετὰ σου̃ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπη̨ σε μὴ φοβου̃ μηδὲ δειλία |
9 καὶ ἔγραψεν Μωυση̃ς τὰ ῥήματα του̃ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Λευι τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ τοι̃ς πρεσβυτέροις τω̃ν υἱω̃ν Ισραηλ |
10 καὶ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρω̨̃ ἐνιαυτου̃ ἀφέσεως ἐν ἑορτη̨̃ σκηνοπηγίας |
11 ἐν τω̨̃ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθη̃ναι ἐνώπιον κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον του̃τον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὠ̃τα αὐτω̃ν |
12 ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναι̃κας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ται̃ς πόλεσιν ὑμω̃ν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν καὶ ἀκούσονται ποιει̃ν πάντας τοὺς λόγους του̃ νόμου τούτου |
13 καὶ οἱ υἱοὶ αὐτω̃ν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβει̃σθαι κύριον τὸν θεὸν ὑμω̃ν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην ἐκει̃ κληρονομη̃σαι αὐτήν |
14 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι του̃ θανάτου σου κάλεσον 'Ιησου̃ν καὶ στη̃τε παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐντελου̃μαι αὐτω̨̃ καὶ ἐπορεύθη Μωυση̃ς καὶ 'Ιησου̃ς εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
15 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἔστη παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔστη ὁ στυ̃λος τη̃ς νεφέλης παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς |
16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ σὺ κοιμα̨̃ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὑ̃τος ἐκπορνεύσει ὀπίσω θεω̃ν ἀλλοτρίων τη̃ς γη̃ς εἰς ἣν οὑ̃τος εἰσπορεύεται ἐκει̃ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοι̃ς |
17 καὶ ὀργισθήσομαι θυμω̨̃ εἰς αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταυ̃τα |
18 ἐγὼ δὲ ἀποστροφη̨̃ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους |
19 καὶ νυ̃ν γράψατε τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ ἐμβαλει̃τε αὐτὴν εἰς τὸ στόμα αὐτω̃ν ἵνα γένηταί μοι ἡ ὠ̨δὴ αὕτη εἰς μαρτύριον ἐν υἱοι̃ς Ισραηλ |
20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοι̃ς καὶ παροξυνου̃σίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου |
21 καὶ ἀντικαταστήσεται ἡ ὠ̨δὴ αὕτη κατὰ πρόσωπον μαρτυρου̃σα οὐ γὰρ μὴ ἐπιλησθη̨̃ ἀπὸ στόματος αὐτω̃ν καὶ ἀπὸ στόματος του̃ σπέρματος αὐτω̃ν ἐγὼ γὰρ οἰ̃δα τὴν πονηρίαν αὐτω̃ν ὅσα ποιου̃σιν ὡ̃δε σήμερον πρὸ του̃ εἰσαγαγει̃ν με αὐτοὺς εἰς τὴν γη̃ν τὴν ἀγαθήν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν |
22 καὶ ἔγραψεν Μωυση̃ς τὴν ὠ̨δὴν ταύτην ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ |
23 καὶ ἐνετείλατο Μωυση̃ς 'Ιησοι̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ισραηλ εἰς τὴν γη̃ν ἣν ὤμοσεν κύριος αὐτοι̃ς καὶ αὐτὸς ἔσται μετὰ σου̃ |
24 ἡνίκα δὲ συνετέλεσεν Μωυση̃ς γράφων πάντας τοὺς λόγους του̃ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος |
25 καὶ ἐνετείλατο τοι̃ς Λευίταις τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου λέγων |
26 λαβόντες τὸ βιβλίον του̃ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ ἔσται ἐκει̃ ἐν σοὶ εἰς μαρτύριον |
27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμου̃ ζω̃ντος μεθ' ὑμω̃ν σήμερον παραπικραίνοντες ἠ̃τε τὰ πρὸς τὸν θεόν πω̃ς οὐχὶ καὶ ἔσχατον του̃ θανάτου μου |
28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμω̃ν καὶ τοὺς πρεσβυτέρους ὑμω̃ν καὶ τοὺς κριτὰς ὑμω̃ν καὶ τοὺς γραμματοεισαγωγει̃ς ὑμω̃ν ἵνα λαλήσω εἰς τὰ ὠ̃τα αὐτω̃ν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοι̃ς τόν τε οὐρανὸν καὶ τὴν γη̃ν |
29 οἰ̃δα γὰρ ὅτι ἔσχατον τη̃ς τελευτη̃ς μου ἀνομία̨ ἀνομήσετε καὶ ἐκκλινει̃τε ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετειλάμην ὑμι̃ν καὶ συναντήσεται ὑμι̃ν τὰ κακὰ ἔσχατον τω̃ν ἡμερω̃ν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν |
30 καὶ ἐλάλησεν Μωυση̃ς εἰς τὰ ὠ̃τα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τη̃ς ὠ̨δη̃ς ταύτης ἕως εἰς τέλος |