ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ,
κεφαλίς 15,
στἰχοι 1-11
1 δι' ἑπτὰ ἐτω̃ν ποιήσεις ἄφεσιν |
2 καὶ οὕτως τὸ πρόσταγμα τη̃ς ἀφέσεως ἀφήσεις πα̃ν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὅτι ἐπικέκληται ἄφεσις κυρίω̨ τω̨̃ θεω̨̃ σου |
3 τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ἠ̨̃ σοι παρ' αὐτω̨̃ του̃ ἀδελφου̃ σου ἄφεσιν ποιήσεις του̃ χρέους σου |
4 ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής ὅτι εὐλογω̃ν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρω̨ κατακληρονομη̃σαι αὐτήν |
5 ἐὰν δὲ ἀκοη̨̃ εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν φυλάσσειν καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον |
6 ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιει̃ς ἔθνεσιν πολλοι̃ς σὺ δὲ οὐ δανιη̨̃ καὶ ἄρξεις σὺ ἐθνω̃ν πολλω̃ν σου̃ δὲ οὐκ ἄρξουσιν |
7 ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τω̃ν ἀδελφω̃ν σου ἐν μια̨̃ τω̃ν πόλεων σου ἐν τη̨̃ γη̨̃ ἡ̨̃ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ' οὐ μὴ συσφίγξη̨ς τὴν χει̃ρά σου ἀπὸ του̃ ἀδελφου̃ σου του̃ ἐπιδεομένου |
8 ἀνοίγων ἀνοίξεις τὰς χει̃ράς σου αὐτω̨̃ δάνειον δανιει̃ς αὐτω̨̃ ὅσον ἐπιδέεται καθ' ὅσον ἐνδεει̃ται |
9 πρόσεχε σεαυτω̨̃ μὴ γένηται ῥη̃μα κρυπτὸν ἐν τη̨̃ καρδία̨ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τη̃ς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τω̨̃ ἀδελφω̨̃ σου τω̨̃ ἐπιδεομένω̨ καὶ οὐ δώσεις αὐτω̨̃ καὶ βοήσεται κατὰ σου̃ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη |
10 διδοὺς δώσεις αὐτω̨̃ καὶ δάνειον δανιει̃ς αὐτω̨̃ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήση̨ τη̨̃ καρδία̨ σου διδόντος σου αὐτω̨̃ ὅτι διὰ τὸ ῥη̃μα του̃το εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς ἔργοις καὶ ἐν πα̃σιν οὑ̃ ἂν ἐπιβάλη̨ς τὴν χει̃ρά σου |
11 οὐ γὰρ μὴ ἐκλίπη̨ ἐνδεὴς ἀπὸ τη̃ς γη̃ς διὰ του̃το ἐγώ σοι ἐντέλλομαι ποιει̃ν τὸ ῥη̃μα του̃το λέγων ἀνοίγων ἀνοίξεις τὰς χει̃ράς σου τω̨̃ ἀδελφω̨̃ σου τω̨̃ πένητι καὶ τω̨̃ ἐπιδεομένω̨ τω̨̃ ἐπὶ τη̃ς γη̃ς σου |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.