Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΔΑΝΙΗΛ, κεφαλίς 2

1 ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τη̃ς βασιλείας Ναβουχοδονοσορ ἠνυπνιάσθη Ναβουχοδονοσορ ἐνύπνιον καὶ ἐξέστη τὸ πνευ̃μα αὐτου̃ καὶ ὁ ὕπνος αὐτου̃ ἐγένετο ἀπ' αὐτου̃
2 καὶ εἰ̃πεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ τὰ ἐνύπνια αὐτου̃ καὶ ἠ̃λθαν καὶ ἔστησαν ἐνώπιον του̃ βασιλέως
3 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς ἠνυπνιάσθην καὶ ἐξέστη τὸ πνευ̃μά μου του̃ γνω̃ναι τὸ ἐνύπνιον
4 καὶ ἐλάλησαν οἱ Χαλδαι̃οι τω̨̃ βασιλει̃ Συριστί βασιλευ̃ εἰς τοὺς αἰω̃νας ζη̃θι σὺ εἰπὸν τὸ ἐνύπνιον τοι̃ς παισίν σου καὶ τὴν σύγκρισιν ἀναγγελου̃μεν
5 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν τοι̃ς Χαλδαίοις ὁ λόγος ἀπ' ἐμου̃ ἀπέστη ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ εἰς ἀπώλειαν ἔσεσθε καὶ οἱ οἰ̃κοι ὑμω̃ν διαρπαγήσονται
6 ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ γνωρίσητέ μοι δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρ' ἐμου̃ πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ ἀπαγγείλατέ μοι
7 ἀπεκρίθησαν δεύτερον καὶ εἰ̃παν ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοι̃ς παισὶν αὐτου̃ καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγελου̃μεν
8 ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν ἐπ' ἀληθείας οἰ̃δα ἐγὼ ὅτι καιρὸν ὑμει̃ς ἐξαγοράζετε καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμου̃ τὸ ῥη̃μα
9 ἐὰν οὐ̃ν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι οἰ̃δα ὅτι ῥη̃μα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπει̃ν ἐνώπιόν μου ἕως οὑ̃ ὁ καιρὸς παρέλθη̨ τὸ ἐνύπνιόν μου εἴπατέ μοι καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτου̃ ἀναγγελει̃τέ μοι
10 ἀπεκρίθησαν οἱ Χαλδαι̃οι ἐνώπιον του̃ βασιλέως καὶ λέγουσιν οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τη̃ς ξηρα̃ς ὅστις τὸ ῥη̃μα του̃ βασιλέως δυνήσεται γνωρίσαι καθότι πα̃ς βασιλεὺς μέγας καὶ ἄρχων ῥη̃μα τοιου̃το οὐκ ἐπερωτα̨̃ ἐπαοιδόν μάγον καὶ Χαλδαι̃ον
11 ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτα̨̃ βαρύς καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελει̃ αὐτὸν ἐνώπιον του̃ βασιλέως ἀλλ' ἢ θεοί ὡ̃ν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός
12 τότε ὁ βασιλεὺς ἐν θυμω̨̃ καὶ ὀργη̨̃ πολλη̨̃ εἰ̃πεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλω̃νος
13 καὶ τὸ δόγμα ἐξη̃λθεν καὶ οἱ σοφοὶ ἀπεκτέννοντο καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτου̃ ἀνελει̃ν
14 τότε Δανιηλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τω̨̃ Αριωχ τω̨̃ ἀρχιμαγείρω̨ του̃ βασιλέως ὃς ἐξη̃λθεν ἀναιρει̃ν τοὺς σοφοὺς Βαβυλω̃νος
15 ἄρχων του̃ βασιλέως περὶ τίνος ἐξη̃λθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου του̃ βασιλέως ἐγνώρισεν δὲ τὸ ῥη̃μα Αριωχ τω̨̃ Δανιηλ
16 καὶ Δανιηλ εἰση̃λθεν καὶ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δω̨̃ αὐτω̨̃ καὶ τὴν σύγκρισιν αὐτου̃ ἀναγγείλη̨ τω̨̃ βασιλει̃
17 καὶ εἰση̃λθεν Δανιηλ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τω̨̃ Ανανια καὶ τω̨̃ Μισαηλ καὶ τω̨̃ Αζαρια τοι̃ς φίλοις αὐτου̃ τὸ ῥη̃μα ἐγνώρισεν
18 καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ του̃ θεου̃ του̃ οὐρανου̃ ὑπὲρ του̃ μυστηρίου τούτου ὅπως ἂν μὴ ἀπόλωνται Δανιηλ καὶ οἱ φίλοι αὐτου̃ μετὰ τω̃ν ἐπιλοίπων σοφω̃ν Βαβυλω̃νος
19 τότε τω̨̃ Δανιηλ ἐν ὁράματι τη̃ς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη καὶ εὐλόγησεν τὸν θεὸν του̃ οὐρανου̃
20 Δανιηλ καὶ εἰ̃πεν εἴη τὸ ὄνομα του̃ θεου̃ εὐλογημένον ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτου̃ ἐστιν
21 καὶ αὐτὸς ἀλλοιοι̃ καιροὺς καὶ χρόνους καθιστα̨̃ βασιλει̃ς καὶ μεθιστα̨̃ διδοὺς σοφίαν τοι̃ς σοφοι̃ς καὶ φρόνησιν τοι̃ς εἰδόσιν σύνεσιν
22 αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα γινώσκων τὰ ἐν τω̨̃ σκότει καὶ τὸ φω̃ς μετ' αὐτου̃ ἐστιν
23 σοί ὁ θεὸς τω̃ν πατέρων μου ἐξομολογου̃μαι καὶ αἰνω̃ ὅτι σοφίαν καὶ δύναμιν ἔδωκάς μοι καὶ νυ̃ν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σου̃ καὶ τὸ ὅραμα του̃ βασιλέως ἐγνώρισάς μοι
24 καὶ ἠ̃λθεν Δανιηλ πρὸς Αριωχ ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλω̃νος καὶ εἰ̃πεν αὐτω̨̃ τοὺς σοφοὺς Βαβυλω̃νος μὴ ἀπολέση̨ς εἰσάγαγε δέ με ἐνώπιον του̃ βασιλέως καὶ τὴν σύγκρισιν τω̨̃ βασιλει̃ ἀναγγελω̃
25 τότε Αριωχ ἐν σπουδη̨̃ εἰσήγαγεν τὸν Δανιηλ ἐνώπιον του̃ βασιλέως καὶ εἰ̃πεν αὐτω̨̃ εὕρηκα ἄνδρα ἐκ τω̃ν υἱω̃ν τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας ὅστις τὸ σύγκριμα τω̨̃ βασιλει̃ ἀναγγελει̃
26 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν τω̨̃ Δανιηλ οὑ̃ τὸ ὄνομα Βαλτασαρ εἰ δύνασαί μοι ἀναγγει̃λαι τὸ ἐνύπνιον ὃ εἰ̃δον καὶ τὴν σύγκρισιν αὐτου̃
27 καὶ ἀπεκρίθη Δανιηλ ἐνώπιον του̃ βασιλέως καὶ λέγει τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτα̨̃ οὐκ ἔστιν σοφω̃ν μάγων ἐπαοιδω̃ν γαζαρηνω̃ν ἀναγγει̃λαι τω̨̃ βασιλει̃
28 ἀλλ' ἢ ἔστιν θεὸς ἐν οὐρανω̨̃ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισεν τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ ἃ δει̃ γενέσθαι ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τη̃ς κεφαλη̃ς σου ἐπὶ τη̃ς κοίτης σου του̃τό ἐστιν
29 σὺ βασιλευ̃ οἱ διαλογισμοί σου ἐπὶ τη̃ς κοίτης σου ἀνέβησαν τί δει̃ γενέσθαι μετὰ ταυ̃τα καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἃ δει̃ γενέσθαι
30 καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφία̨ τη̨̃ οὔση̨ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζω̃ντας τὸ μυστήριον του̃το ἀπεκαλύφθη ἀλλ' ἕνεκεν του̃ τὴν σύγκρισιν τω̨̃ βασιλει̃ γνωρίσαι ἵνα τοὺς διαλογισμοὺς τη̃ς καρδίας σου γνω̨̃ς
31 σύ βασιλευ̃ ἐθεώρεις καὶ ἰδοὺ εἰκὼν μία μεγάλη ἡ εἰκὼν ἐκείνη καὶ ἡ πρόσοψις αὐτη̃ς ὑπερφερής ἑστω̃σα πρὸ προσώπου σου καὶ ἡ ὅρασις αὐτη̃ς φοβερά
32 ἡ εἰκών ἡ̃ς ἡ κεφαλὴ χρυσίου χρηστου̃ αἱ χει̃ρες καὶ τὸ στη̃θος καὶ οἱ βραχίονες αὐτη̃ς ἀργυροι̃ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοι̃
33 αἱ κνη̃μαι σιδηραι̃ οἱ πόδες μέρος τι σιδηρου̃ν καὶ μέρος τι ὀστράκινον
34 ἐθεώρεις ἕως οὑ̃ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρω̃ν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηρου̃ς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος
35 τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον ὁ σίδηρος ὁ χαλκός ὁ ἄργυρος ὁ χρυσὸς καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινη̃ς καὶ ἐξη̃ρεν αὐτὰ τὸ πλη̃θος του̃ πνεύματος καὶ τόπος οὐχ εὑρέθη αὐτοι̃ς καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσεν πα̃σαν τὴν γη̃ν
36 του̃τό ἐστιν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτου̃ ἐρου̃μεν ἐνώπιον του̃ βασιλέως
37 σύ βασιλευ̃ βασιλεὺς βασιλέων ὡ̨̃ ὁ θεὸς του̃ οὐρανου̃ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν
38 ἐν παντὶ τόπω̨ ὅπου κατοικου̃σιν οἱ υἱοὶ τω̃ν ἀνθρώπων θηρία τε ἀγρου̃ καὶ πετεινὰ οὐρανου̃ ἔδωκεν ἐν τη̨̃ χειρί σου καὶ κατέστησέν σε κύριον πάντων σὺ εἰ̃ ἡ κεφαλὴ ἡ χρυση̃
39 καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός ἣ κυριεύσει πάσης τη̃ς γη̃ς
40 καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα οὕτως πάντα λεπτυνει̃ καὶ δαμάσει
41 καὶ ὅτι εἰ̃δες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηρου̃ν βασιλεία διη̨ρημένη ἔσται καὶ ἀπὸ τη̃ς ῥίζης τη̃ς σιδηρα̃ς ἔσται ἐν αὐτη̨̃ ὃν τρόπον εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον τω̨̃ ὀστράκω̨
42 καὶ οἱ δάκτυλοι τω̃ν ποδω̃ν μέρος μέν τι σιδηρου̃ν μέρος δέ τι ὀστράκινον μέρος τι τη̃ς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ' αὐτη̃ς ἔσται συντριβόμενον
43 ὅτι εἰ̃δες τὸν σίδηρον ἀναμεμειγμένον τω̨̃ ὀστράκω̨ συμμειγει̃ς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὑ̃τος μετὰ τούτου καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ του̃ ὀστράκου
44 καὶ ἐν ται̃ς ἡμέραις τω̃ν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς του̃ οὐρανου̃ βασιλείαν ἥτις εἰς τοὺς αἰω̃νας οὐ διαφθαρήσεται καὶ ἡ βασιλεία αὐτου̃ λαω̨̃ ἑτέρω̨ οὐχ ὑπολειφθήσεται λεπτυνει̃ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰω̃νας
45 ὃν τρόπον εἰ̃δες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρω̃ν καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον τὸν χαλκόν τὸν ἄργυρον τὸν χρυσόν ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τω̨̃ βασιλει̃ ἃ δει̃ γενέσθαι μετὰ ταυ̃τα καὶ ἀληθινὸν τὸ ἐνύπνιον καὶ πιστὴ ἡ σύγκρισις αὐτου̃
46 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τω̨̃ Δανιηλ προσεκύνησεν καὶ μαναα καὶ εὐωδίας εἰ̃πεν σπει̃σαι αὐτω̨̃
47 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἰ̃πεν τω̨̃ Δανιηλ ἐπ' ἀληθείας ὁ θεὸς ὑμω̃ν αὐτός ἐστιν θεὸς θεω̃ν καὶ κύριος τω̃ν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον του̃το
48 καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιηλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτω̨̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλω̃νος καὶ ἄρχοντα σατραπω̃ν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλω̃νος
49 καὶ Δανιηλ ἠ̨τήσατο παρὰ του̃ βασιλέως καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τη̃ς χώρας Βαβυλω̃νος τὸν Σεδραχ Μισαχ Αβδεναγω καὶ Δανιηλ ἠ̃ν ἐν τη̨̃ αὐλη̨̃ του̃ βασιλέως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.