Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΡΟΥΧ, κεφαλίς 3

κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοι̃ς καὶ πνευ̃μα ἀκηδιω̃ν κέκραγεν πρὸς σέ
ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου
ὅτι σὺ καθήμενος τὸν αἰω̃να καὶ ἡμει̃ς ἀπολλύμενοι τὸν αἰω̃να
κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τη̃ς προσευχη̃ς τω̃ν τεθνηκότων Ισραηλ καὶ υἱω̃ν τω̃ν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου θεου̃ αὐτω̃ν καὶ ἐκολλήθη ἡμι̃ν τὰ κακά
μὴ μνησθη̨̃ς ἀδικιω̃ν πατέρων ἡμω̃ν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τω̨̃ καιρω̨̃ τούτω̨
ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν καὶ αἰνέσομέν σε κύριε
ὅτι διὰ του̃το ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμω̃ν του̃ ἐπικαλει̃σθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τη̨̃ ἀποικία̨ ἡμω̃ν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμω̃ν πα̃σαν ἀδικίαν πατέρων ἡμω̃ν τω̃ν ἡμαρτηκότων ἐναντίον σου
ἰδοὺ ἡμει̃ς σήμερον ἐν τη̨̃ ἀποικία̨ ἡμω̃ν οὑ̃ διέσπειρας ἡμα̃ς ἐκει̃ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμω̃ν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεου̃ ἡμω̃ν
ἄκουε Ισραηλ ἐντολὰς ζωη̃ς ἐνωτίσασθε γνω̃ναι φρόνησιν
10 τί ἐστιν Ισραηλ τί ὅτι ἐν γη̨̃ τω̃ν ἐχθρω̃ν εἰ̃ ἐπαλαιώθης ἐν γη̨̃ ἀλλοτρία̨
11 συνεμιάνθης τοι̃ς νεκροι̃ς προσελογίσθης μετὰ τω̃ν εἰς ἅ̨δου
12 ἐγκατέλιπες τὴν πηγὴν τη̃ς σοφίας
13 τη̨̃ ὁδω̨̃ του̃ θεου̃ εἰ ἐπορεύθης κατώ̨κεις ἂν ἐν εἰρήνη̨ τὸν αἰω̃να
14 μάθε που̃ ἐστιν φρόνησις που̃ ἐστιν ἰσχύς που̃ ἐστιν σύνεσις του̃ γνω̃ναι ἅμα που̃ ἐστιν μακροβίωσις καὶ ζωή που̃ ἐστιν φω̃ς ὀφθαλμω̃ν καὶ εἰρήνη
15 τίς εὑ̃ρεν τὸν τόπον αὐτη̃ς καὶ τίς εἰση̃λθεν εἰς τοὺς θησαυροὺς αὐτη̃ς
16 που̃ εἰσιν οἱ ἄρχοντες τω̃ν ἐθνω̃ν καὶ οἱ κυριεύοντες τω̃ν θηρίων τω̃ν ἐπὶ τη̃ς γη̃ς
17 οἱ ἐν τοι̃ς ὀρνέοις του̃ οὐρανου̃ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ὡ̨̃ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τη̃ς κτήσεως αὐτω̃ν
18 οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνω̃ντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τω̃ν ἔργων αὐτω̃ν
19 ἠφανίσθησαν καὶ εἰς ἅ̨δου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ' αὐτω̃ν
20 νεώτεροι εἰ̃δον φω̃ς καὶ κατώ̨κησαν ἐπὶ τη̃ς γη̃ς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν
21 οὐδὲ συνη̃καν τρίβους αὐτη̃ς οὐδὲ ἀντελάβοντο αὐτη̃ς οἱ υἱοὶ αὐτω̃ν ἀπὸ τη̃ς ὁδου̃ αὐτω̃ν πόρρω ἐγενήθησαν
22 οὐδὲ ἠκούσθη ἐν Χανααν οὐδὲ ὤφθη ἐν Θαιμαν
23 οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητου̃ντες τὴν σύνεσιν ἐπὶ τη̃ς γη̃ς οἱ ἔμποροι τη̃ς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τη̃ς συνέσεως ὁδὸν τη̃ς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτη̃ς
24 ὠ̃ Ισραηλ ὡς μέγας ὁ οἰ̃κος του̃ θεου̃ καὶ ἐπιμήκης ὁ τόπος τη̃ς κτήσεως αὐτου̃
25 μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος
26 ἐκει̃ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ' ἀρχη̃ς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον
27 οὐ τούτους ἐξελέξατο ὁ θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοι̃ς
28 καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτω̃ν
29 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τω̃ν νεφελω̃ν
30 τίς διέβη πέραν τη̃ς θαλάσσης καὶ εὑ̃ρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτου̃
31 οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτη̃ς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτη̃ς
32 ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν ἐξευ̃ρεν αὐτὴν τη̨̃ συνέσει αὐτου̃ ὁ κατασκευάσας τὴν γη̃ν εἰς τὸν αἰω̃να χρόνον ἐνέπλησεν αὐτὴν κτηνω̃ν τετραπόδων
33 ὁ ἀποστέλλων τὸ φω̃ς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτω̨̃ τρόμω̨
34 οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ται̃ς φυλακαι̃ς αὐτω̃ν καὶ εὐφράνθησαν
35 ἐκάλεσεν αὐτοὺς καὶ εἰ̃πον πάρεσμεν ἔλαμψαν μετ' εὐφροσύνης τω̨̃ ποιήσαντι αὐτούς
36 οὑ̃τος ὁ θεὸς ἡμω̃ν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν
37 ἐξευ̃ρεν πα̃σαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τω̨̃ παιδὶ αὐτου̃ καὶ Ισραηλ τω̨̃ ἠγαπημένω̨ ὑπ' αὐτου̃
38 μετὰ του̃το ἐπὶ τη̃ς γη̃ς ὤφθη καὶ ἐν τοι̃ς ἀνθρώποις συνανεστράφη
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.