Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 4

λαλούντων δὲ αὐτω̃ν πρòς τòν λαòν ἐπέστησαν αὐτοι̃ς οἱ ἱερει̃ς καὶ ὁ στρατηγòς του̃ ἱερου̃ καὶ οἱ Σαδδουκαι̃οι
διαπονούμενοι διὰ τò διδάσκειν αὐτοὺς τòν λαòν καὶ καταγγέλλειν ἐν τω̨̃ ’Ιησου̃ τὴν ἀνάστασιν τὴν ἐκ νεκρω̃ν
καὶ ἐπέβαλον αὐτοι̃ς τὰς χει̃ρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον ἠ̃ν γὰρ ἑσπέρα ἤδη
πολλοὶ δὲ τω̃ν ἀκουσάντων τòν λόγον ἐπίστευσαν καὶ ἐγενήθη ὁ ἀριθμòς τω̃ν ἀνδρω̃ν ὡς χιλιάδες πέντε
ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθη̃ναι αὐτω̃ν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματει̃ς ἐν ’Ιερουσαλήμ
καὶ ‘Άννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ ’Ιωάννης καὶ ’Αλέξανδρος καὶ ὅσοι ἠ̃σαν ἐκ γένους ἀρχιερατικου̃
καὶ στήσαντες αὐτοὺς ἐν τω̨̃ μέσω̨ ἐπυνθάνοντο ἐν ποία̨ δυνάμει ἢ ἐν ποίω̨ ὀνόματι ἐποιήσατε του̃το ὑμει̃ς
τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἰ̃πεν πρòς αὐτούς ἄρχοντες του̃ λαου̃ καὶ πρεσβύτεροι
εἰ ἡμει̃ς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσία̨ ἀνθρώπου ἀσθενου̃ς ἐν τίνι οὑ̃τος σέσωται
10 γνωστòν ἔστω πα̃σιν ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ ’Ισραὴλ ὅτι ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ Χριστου̃ του̃ Ναζωραίου ὃν ὑμει̃ς ἐσταυρώσατε ὃν ὁ θεòς ἤγειρεν ἐκ νεκρω̃ν ἐν τούτω̨ οὑ̃τος παρέστηκεν ἐνώπιον ὑμω̃ν ὑγιής
11 οὑ̃τός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμω̃ν τω̃ν οἰκοδόμων ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
12 καὶ οὐκ ἔστιν ἐν ἄλλω̨ οὐδενὶ ἡ σωτηρία οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπò τòν οὐρανòν τò δεδομένον ἐν ἀνθρώποις ἐν ὡ̨̃ δει̃ σωθη̃ναι ἡμα̃ς
13 θεωρου̃ντες δὲ τὴν του̃ Πέτρου παρρησίαν καὶ ’Ιωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιω̃ται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τω̨̃ ’Ιησου̃ ἠ̃σαν
14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοι̃ς ἑστω̃τα τòν τεθεραπευμένον οὐδὲν εἰ̃χον ἀντειπει̃ν
15 κελεύσαντες δὲ αὐτοὺς ἔξω του̃ συνεδρίου ἀπελθει̃ν συνέβαλλον πρòς ἀλλήλους
16 λέγοντες τί ποιήσωμεν τοι̃ς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστòν σημει̃ον γέγονεν δι' αὐτω̃ν πα̃σιν τοι̃ς κατοικου̃σιν ’Ιερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνει̃σθαι
17 ἀλλ' ἵνα μὴ ἐπὶ πλει̃ον διανεμηθη̨̃ εἰς τòν λαόν ἀπειλησώμεθα αὐτοι̃ς μηκέτι λαλει̃ν ἐπὶ τω̨̃ ὀνόματι τούτω̨ μηδενὶ ἀνθρώπων
18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν τò καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τω̨̃ ὀνόματι του̃ ’Ιησου̃
19 ὁ δὲ Πέτρος καὶ ’Ιωάννης ἀποκριθέντες εἰ̃πον πρòς αὐτούς εἰ δίκαιόν ἐστιν ἐνώπιον του̃ θεου̃ ὑμω̃ν ἀκούειν μα̃λλον ἢ του̃ θεου̃ κρίνατε
20 οὐ δυνάμεθα γὰρ ἡμει̃ς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλει̃ν
21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκοντες τò πω̃ς κολάσωνται αὐτούς διὰ τòν λαόν ὅτι πάντες ἐδόξαζον τòν θεòν ἐπὶ τω̨̃ γεγονότι
22 ἐτω̃ν γὰρ ἠ̃ν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ' ὃν γεγόνει τò σημει̃ον του̃το τη̃ς ἰάσεως
23 ἀπολυθέντες δὲ ἠ̃λθον πρòς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρòς αὐτοὺς οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι εἰ̃παν
24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδòν ἠ̃ραν φωνὴν πρòς τòν θεòν καὶ εἰ̃παν δέσποτα σὺ ὁ ποιήσας τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς
25 ὁ του̃ πατρòς ἡμω̃ν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
26 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τò αὐτò κατὰ του̃ κυρίου καὶ κατὰ του̃ Χριστου̃ αὐτου̃
27 συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τη̨̃ πόλει ταύτη̨ ἐπὶ τòν ἅγιον παι̃δά σου ’Ιησου̃ν ὃν ἔχρισας ‘Ηρώ̨δης τε καὶ Πόντιος Πιλα̃τος σὺν ἔθνεσιν καὶ λαοι̃ς ’Ισραήλ
28 ποιη̃σαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισεν γενέσθαι
29 καὶ τὰ νυ̃ν κύριε ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτω̃ν καὶ δòς τοι̃ς δούλοις σου μετὰ παρρησίας πάσης λαλει̃ν τòν λόγον σου
30 ἐν τω̨̃ τὴν χει̃ρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημει̃α καὶ τέρατα γίνεσθαι διὰ του̃ ὀνόματος του̃ ἁγίου παιδός σου ’Ιησου̃
31 καὶ δεηθέντων αὐτω̃ν ἐσαλεύθη ὁ τόπος ἐν ὡ̨̃ ἠ̃σαν συνηγμένοι καὶ ἐπλήσθησαν ἅπαντες του̃ ἁγίου πνεύματος καὶ ἐλάλουν τòν λόγον του̃ θεου̃ μετὰ παρρησίας
32 του̃ δὲ πλήθους τω̃ν πιστευσάντων ἠ̃ν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἱ̃ς τι τω̃ν ὑπαρχόντων αὐτω̨̃ ἔλεγεν ἴδιον εἰ̃ναι ἀλλ' ἠ̃ν αὐτοι̃ς ἅπαντα κοινά
33 καὶ δυνάμει μεγάλη̨ ἀπεδίδουν τò μαρτύριον οἱ ἀπόστολοι τη̃ς ἀναστάσεως του̃ κυρίου ’Ιησου̃ χάρις τε μεγάλη ἠ̃ν ἐπὶ πάντας αὐτούς
34 οὐδὲ γὰρ ἐνδεής τις ἠ̃ν ἐν αὐτοι̃ς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιω̃ν ὑπη̃ρχον πωλου̃ντες ἔφερον τὰς τιμὰς τω̃ν πιπρασκομένων
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τω̃ν ἀποστόλων διεδίδετο δὲ ἑκάστω̨ καθότι ἄν τις χρείαν εἰ̃χεν
36 ’Ιωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβα̃ς ἀπò τω̃ν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱòς παρακλήσεως Λευίτης Κύπριος τω̨̃ γένει
37 ὑπάρχοντος αὐτω̨̃ ἀγρου̃ πωλήσας ἤνεγκεν τò χρη̃μα καὶ ἔθηκεν πρòς τοὺς πόδας τω̃ν ἀποστόλων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.