Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 27,  στἰχοι 1-28

1 ὡς δὲ ἐκρίθη του̃ ἀποπλει̃ν ἡμα̃ς εἰς τὴν ’Ιταλίαν παρεδίδουν τόν τε Παυ̃λον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχη̨ ὀνόματι ’Ιουλίω̨ σπείρης Σεβαστη̃ς
2 ἐπιβάντες δὲ πλοίω̨ ’Αδραμυττηνω̨̃ μέλλοντι πλει̃ν εἰς τοὺς κατὰ τὴν ’Ασίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμι̃ν ’Αριστάρχου Μακεδόνος Θεσσαλονικέως
3 τη̨̃ τε ἑτέρα̨ κατήχθημεν εἰς Σιδω̃να φιλανθρώπως τε ὁ ’Ιούλιος τω̨̃ Παύλω̨ χρησάμενος ἐπέτρεψεν πρòς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχει̃ν
4 κἀκει̃θεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τò τοὺς ἀνέμους εἰ̃ναι ἐναντίους
5 τό τε πέλαγος τò κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τη̃ς Λυκίας
6 κἀκει̃ εὑρὼν ὁ ἑκατοντάρχης πλοι̃ον ’Αλεξανδρι̃νον πλέον εἰς τὴν ’Ιταλίαν ἐνεβίβασεν ἡμα̃ς εἰς αὐτό
7 ἐν ἱκαναι̃ς δὲ ἡμέραις βραδυπλοου̃ντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον μὴ προσεω̃ντος ἡμα̃ς του̃ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην
8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ὡ̨̃ ἐγγὺς πόλις ἠ̃ν Λασαία
9 ἱκανου̃ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλου̃ς του̃ πλοòς διὰ τò καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρή̨νει ὁ Παυ̃λος
10 λέγων αὐτοι̃ς ἄνδρες θεωρω̃ ὅτι μετὰ ὕβρεως καὶ πολλη̃ς ζημίας οὐ μόνον του̃ φορτίου καὶ του̃ πλοίου ἀλλὰ καὶ τω̃ν ψυχω̃ν ἡμω̃ν μέλλειν ἔσεσθαι τòν πλου̃ν
11 ὁ δὲ ἑκατοντάρχης τω̨̃ κυβερνήτη̨ καὶ τω̨̃ ναυκλήρω̨ μα̃λλον ἐπείθετο ἢ τοι̃ς ὑπò Παύλου λεγομένοις
12 ἀνευθέτου δὲ του̃ λιμένος ὑπάρχοντος πρòς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθη̃ναι ἐκει̃θεν εἴ πως δύναιντο καταντήσαντες εἰς φοίνικα παραχειμάσαι λιμένα τη̃ς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χω̃ρον
13 ὑποπνεύσαντος δὲ νότου δόξαντες τη̃ς προθέσεως κεκρατηκέναι ἄραντες ἀ̃σσον παρελέγοντο τὴν Κρήτην
14 μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτη̃ς ἄνεμος τυφωνικòς ὁ καλούμενος εὐρακύλων
15 συναρπασθέντος δὲ του̃ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμει̃ν τω̨̃ ἀνέμω̨ ἐπιδόντες ἐφερόμεθα
16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καυ̃δα ἰσχύσαμεν μόλις περικρατει̃ς γενέσθαι τη̃ς σκάφης
17 ἣν ἄραντες βοηθείαις ἐχρω̃ντο ὑποζωννύντες τò πλοι̃ον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαντες τò σκευ̃ος οὕτως ἐφέροντο
18 σφοδρω̃ς δὲ χειμαζομένων ἡμω̃ν τη̨̃ ἑξη̃ς ἐκβολὴν ἐποιου̃ντο
19 καὶ τη̨̃ τρίτη̨ αὐτόχειρες τὴν σκευὴν του̃ πλοίου ἔρριψαν
20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας χειμω̃νός τε οὐκ ὀλίγου ἐπικειμένου λοιπòν περιη̨ρει̃το ἐλπὶς πα̃σα του̃ σώ̨ζεσθαι ἡμα̃ς
21 πολλη̃ς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παυ̃λος ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν ἔδει μέν ὠ̃ ἄνδρες πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπò τη̃ς Κρήτης κερδη̃σαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
22 καὶ τὰ νυ̃ν παραινω̃ ὑμα̃ς εὐθυμει̃ν ἀποβολὴ γὰρ ψυχη̃ς οὐδεμία ἔσται ἐξ ὑμω̃ν πλὴν του̃ πλοίου
23 παρέστη γάρ μοι ταύτη̨ τη̨̃ νυκτὶ του̃ θεου̃ οὑ̃ εἰμι ἐγώ ὡ̨̃ καὶ λατρεύω ἄγγελος
24 λέγων μὴ φοβου̃ Παυ̃λε Καίσαρί σε δει̃ παραστη̃ναι καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεòς πάντας τοὺς πλέοντας μετὰ σου̃
25 διò εὐθυμει̃τε ἄνδρες πιστεύω γὰρ τω̨̃ θεω̨̃ ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι
26 εἰς νη̃σον δέ τινα δει̃ ἡμα̃ς ἐκπεσει̃ν
27 ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμω̃ν ἐν τω̨̃ ’Αδρία̨ κατὰ μέσον τη̃ς νυκτòς ὑπενόουν οἱ ναυ̃ται προσάγειν τινὰ αὐτοι̃ς χώραν
28 καὶ βολίσαντες εὑ̃ρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὑ̃ρον ὀργυιὰς δεκαπέντε
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.