Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 27

ὡς δὲ ἐκρίθη του̃ ἀποπλει̃ν ἡμα̃ς εἰς τὴν ’Ιταλίαν παρεδίδουν τόν τε Παυ̃λον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχη̨ ὀνόματι ’Ιουλίω̨ σπείρης Σεβαστη̃ς
ἐπιβάντες δὲ πλοίω̨ ’Αδραμυττηνω̨̃ μέλλοντι πλει̃ν εἰς τοὺς κατὰ τὴν ’Ασίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμι̃ν ’Αριστάρχου Μακεδόνος Θεσσαλονικέως
τη̨̃ τε ἑτέρα̨ κατήχθημεν εἰς Σιδω̃να φιλανθρώπως τε ὁ ’Ιούλιος τω̨̃ Παύλω̨ χρησάμενος ἐπέτρεψεν πρòς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχει̃ν
κἀκει̃θεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τò τοὺς ἀνέμους εἰ̃ναι ἐναντίους
τό τε πέλαγος τò κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τη̃ς Λυκίας
κἀκει̃ εὑρὼν ὁ ἑκατοντάρχης πλοι̃ον ’Αλεξανδρι̃νον πλέον εἰς τὴν ’Ιταλίαν ἐνεβίβασεν ἡμα̃ς εἰς αὐτό
ἐν ἱκαναι̃ς δὲ ἡμέραις βραδυπλοου̃ντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον μὴ προσεω̃ντος ἡμα̃ς του̃ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην
μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ὡ̨̃ ἐγγὺς πόλις ἠ̃ν Λασαία
ἱκανου̃ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλου̃ς του̃ πλοòς διὰ τò καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρή̨νει ὁ Παυ̃λος
10 λέγων αὐτοι̃ς ἄνδρες θεωρω̃ ὅτι μετὰ ὕβρεως καὶ πολλη̃ς ζημίας οὐ μόνον του̃ φορτίου καὶ του̃ πλοίου ἀλλὰ καὶ τω̃ν ψυχω̃ν ἡμω̃ν μέλλειν ἔσεσθαι τòν πλου̃ν
11 ὁ δὲ ἑκατοντάρχης τω̨̃ κυβερνήτη̨ καὶ τω̨̃ ναυκλήρω̨ μα̃λλον ἐπείθετο ἢ τοι̃ς ὑπò Παύλου λεγομένοις
12 ἀνευθέτου δὲ του̃ λιμένος ὑπάρχοντος πρòς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθη̃ναι ἐκει̃θεν εἴ πως δύναιντο καταντήσαντες εἰς φοίνικα παραχειμάσαι λιμένα τη̃ς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χω̃ρον
13 ὑποπνεύσαντος δὲ νότου δόξαντες τη̃ς προθέσεως κεκρατηκέναι ἄραντες ἀ̃σσον παρελέγοντο τὴν Κρήτην
14 μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτη̃ς ἄνεμος τυφωνικòς ὁ καλούμενος εὐρακύλων
15 συναρπασθέντος δὲ του̃ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμει̃ν τω̨̃ ἀνέμω̨ ἐπιδόντες ἐφερόμεθα
16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καυ̃δα ἰσχύσαμεν μόλις περικρατει̃ς γενέσθαι τη̃ς σκάφης
17 ἣν ἄραντες βοηθείαις ἐχρω̃ντο ὑποζωννύντες τò πλοι̃ον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαντες τò σκευ̃ος οὕτως ἐφέροντο
18 σφοδρω̃ς δὲ χειμαζομένων ἡμω̃ν τη̨̃ ἑξη̃ς ἐκβολὴν ἐποιου̃ντο
19 καὶ τη̨̃ τρίτη̨ αὐτόχειρες τὴν σκευὴν του̃ πλοίου ἔρριψαν
20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας χειμω̃νός τε οὐκ ὀλίγου ἐπικειμένου λοιπòν περιη̨ρει̃το ἐλπὶς πα̃σα του̃ σώ̨ζεσθαι ἡμα̃ς
21 πολλη̃ς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παυ̃λος ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν ἔδει μέν ὠ̃ ἄνδρες πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπò τη̃ς Κρήτης κερδη̃σαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
22 καὶ τὰ νυ̃ν παραινω̃ ὑμα̃ς εὐθυμει̃ν ἀποβολὴ γὰρ ψυχη̃ς οὐδεμία ἔσται ἐξ ὑμω̃ν πλὴν του̃ πλοίου
23 παρέστη γάρ μοι ταύτη̨ τη̨̃ νυκτὶ του̃ θεου̃ οὑ̃ εἰμι ἐγώ ὡ̨̃ καὶ λατρεύω ἄγγελος
24 λέγων μὴ φοβου̃ Παυ̃λε Καίσαρί σε δει̃ παραστη̃ναι καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεòς πάντας τοὺς πλέοντας μετὰ σου̃
25 διò εὐθυμει̃τε ἄνδρες πιστεύω γὰρ τω̨̃ θεω̨̃ ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι
26 εἰς νη̃σον δέ τινα δει̃ ἡμα̃ς ἐκπεσει̃ν
27 ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμω̃ν ἐν τω̨̃ ’Αδρία̨ κατὰ μέσον τη̃ς νυκτòς ὑπενόουν οἱ ναυ̃ται προσάγειν τινὰ αὐτοι̃ς χώραν
28 καὶ βολίσαντες εὑ̃ρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὑ̃ρον ὀργυιὰς δεκαπέντε
29 φοβούμενοί τε μή που κατὰ τραχει̃ς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι
30 τω̃ν δὲ ναυτω̃ν ζητούντων φυγει̃ν ἐκ του̃ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρώ̨ρης ἀγκύρας μελλόντων ἐκτείνειν
31 εἰ̃πεν ὁ Παυ̃λος τω̨̃ ἑκατοντάρχη̨ καὶ τοι̃ς στρατιώταις ἐὰν μὴ οὑ̃τοι μείνωσιν ἐν τω̨̃ πλοίω̨ ὑμει̃ς σωθη̃ναι οὐ δύνασθε
32 τότε ἀπέκοψαν οἱ στρατιω̃ται τὰ σχοινία τη̃ς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσει̃ν
33 ἄχρι δὲ οὑ̃ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παυ̃λος ἅπαντας μεταλαβει̃ν τροφη̃ς λέγων τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκω̃ντες ἄσιτοι διατελει̃τε μηθὲν προσλαβόμενοι
34 διò παρακαλω̃ ὑμα̃ς μεταλαβει̃ν τροφη̃ς του̃το γὰρ πρòς τη̃ς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενòς γὰρ ὑμω̃ν θρὶξ ἀπò τη̃ς κεφαλη̃ς ἀπολει̃ται
35 εἴπας δὲ ταυ̃τα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τω̨̃ θεω̨̃ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν
36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφη̃ς
37 ἤμεθα δὲ αἱ πα̃σαι ψυχαὶ ἐν τω̨̃ πλοίω̨ διακόσιαι ἑβδομήκοντα ἕξ
38 κορεσθέντες δὲ τροφη̃ς ἐκούφιζον τò πλοι̃ον ἐκβαλλόμενοι τòν σι̃τον εἰς τὴν θάλασσαν
39 ὅτε δὲ ἡμέρα ἐγένετο τὴν γη̃ν οὐκ ἐπεγίνωσκον κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλòν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξω̃σαι τò πλοι̃ον
40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τω̃ν πηδαλίων καὶ ἐπάραντες τòν ἀρτέμωνα τη̨̃ πνεούση̨ κατει̃χον εἰς τòν αἰγιαλόν
41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναυ̃ν καὶ ἡ μὲν πρω̨̃ρα ἐρείσασα ἔμεινεν ἀσάλευτος ἡ δὲ πρύμνα ἐλύετο ὑπò τη̃ς βίας τω̃ν κυμάτων
42 τω̃ν δὲ στρατιωτω̃ν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν μή τις ἐκκολυμβήσας διαφύγη̨
43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασω̃σαι τòν Παυ̃λον ἐκώλυσεν αὐτοὺς του̃ βουλήματος ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβα̃ν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γη̃ν ἐξιέναι
44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τω̃ν ἀπò του̃ πλοίου καὶ οὕτως ἐγένετο πάντας διασωθη̃ναι ἐπὶ τὴν γη̃ν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 28

καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νη̃σος καλει̃ται
οἵ τε βάρβαροι παρει̃χον οὐ τὴν τυχου̃σαν φιλανθρωπίαν ἡμι̃ν ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμα̃ς διὰ τòν ὑετòν τòν ἐφεστω̃τα καὶ διὰ τò ψυ̃χος
συστρέψαντος δὲ του̃ Παύλου φρυγάνων τι πλη̃θος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν ἔχιδνα ἀπò τη̃ς θέρμης ἐξελθου̃σα καθη̃ψεν τη̃ς χειρòς αὐτου̃
ὡς δὲ εἰ̃δον οἱ βάρβαροι κρεμάμενον τò θηρίον ἐκ τη̃ς χειρòς αὐτου̃ πρòς ἀλλήλους ἔλεγον πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὑ̃τος ὃν διασωθέντα ἐκ τη̃ς θαλάσσης ἡ δίκη ζη̃ν οὐκ εἴασεν
ὁ μὲν οὐ̃ν ἀποτινάξας τò θηρίον εἰς τò πυ̃ρ ἔπαθεν οὐδὲν κακόν
οἱ δὲ προσεδόκων αὐτòν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν ἐπὶ πολὺ δὲ αὐτω̃ν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτòν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτòν εἰ̃ναι θεόν
ἐν δὲ τοι̃ς περὶ τòν τόπον ἐκει̃νον ὑπη̃ρχεν χωρία τω̨̃ πρώτω̨ τη̃ς νήσου ὀνόματι Ποπλίω̨ ὃς ἀναδεξάμενος ἡμα̃ς τρει̃ς ἡμέρας φιλοφρόνως ἐξένισεν
ἐγένετο δὲ τòν πατέρα του̃ Ποπλίου πυρετοι̃ς καὶ δυσεντερίω̨ συνεχόμενον κατακει̃σθαι πρòς ὃν ὁ Παυ̃λος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χει̃ρας αὐτω̨̃ ἰάσατο αὐτόν
τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τη̨̃ νήσω̨ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο
10 οἳ καὶ πολλαι̃ς τιμαι̃ς ἐτίμησαν ἡμα̃ς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρòς τὰς χρείας
11 μετὰ δὲ τρει̃ς μη̃νας ἀνήχθημεν ἐν πλοίω̨ παρακεχειμακότι ἐν τη̨̃ νήσω̨ ’Αλεξανδρίνω̨ παρασήμω̨ Διοσκούροις
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρει̃ς
13 ὅθεν περιελόντες κατηντήσαμεν εἰς ‘Ρήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραι̃οι ἤλθομεν εἰς Ποτιόλους
14 οὑ̃ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ' αὐτοι̃ς ἐπιμει̃ναι ἡμέρας ἑπτά καὶ οὕτως εἰς τὴν ‘Ρώμην ἤλθαμεν
15 κἀκει̃θεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμω̃ν ἠ̃λθαν εἰς ἀπάντησιν ἡμι̃ν ἄχρι ’Αππίου Φόρου καὶ Τριω̃ν Ταβερνω̃ν οὓς ἰδὼν ὁ Παυ̃λος εὐχαριστήσας τω̨̃ θεω̨̃ ἔλαβε θάρσος
16 ὅτε δὲ εἰσήλθομεν εἰς ‘Ρώμην ἐπετράπη τω̨̃ Παύλω̨ μένειν καθ' ἑαυτòν σὺν τω̨̃ φυλάσσοντι αὐτòν στρατιώτη̨
17 ἐγένετο δὲ μετὰ ἡμέρας τρει̃ς συγκαλέσασθαι αὐτòν τοὺς ὄντας τω̃ν ’Ιουδαίων πρώτους συνελθόντων δὲ αὐτω̃ν ἔλεγεν πρòς αὐτούς ἐγώ ἄνδρες ἀδελφοί οὐδὲν ἐναντίον ποιήσας τω̨̃ λαω̨̃ ἢ τοι̃ς ἔθεσι τοι̃ς πατρώ̨οις δέσμιος ἐξ ‘Ιεροσολύμων παρεδόθην εἰς τὰς χει̃ρας τω̃ν ‘Ρωμαίων
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολυ̃σαι διὰ τò μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί
19 ἀντιλεγόντων δὲ τω̃ν ’Ιουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς του̃ ἔθνους μου ἔχων τι κατηγορει̃ν
20 διὰ ταύτην οὐ̃ν τὴν αἰτίαν παρεκάλεσα ὑμα̃ς ἰδει̃ν καὶ προσλαλη̃σαι ἕνεκεν γὰρ τη̃ς ἐλπίδος του̃ ’Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι
21 οἱ δὲ πρòς αὐτòν εἰ̃παν ἡμει̃ς οὔτε γράμματα περὶ σου̃ ἐδεξάμεθα ἀπò τη̃ς ’Ιουδαίας οὔτε παραγενόμενός τις τω̃ν ἀδελφω̃ν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σου̃ πονηρόν
22 ἀξιου̃μεν δὲ παρὰ σου̃ ἀκου̃σαι ἃ φρονει̃ς περὶ μὲν γὰρ τη̃ς αἱρέσεως ταύτης γνωστòν ἡμι̃ν ἐστιν ὅτι πανταχου̃ ἀντιλέγεται
23 ταξάμενοι δὲ αὐτω̨̃ ἡμέραν ἠ̃λθον πρòς αὐτòν εἰς τὴν ξενίαν πλείονες οἱ̃ς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν του̃ θεου̃ πείθων τε αὐτοὺς περὶ του̃ ’Ιησου̃ ἀπό τε του̃ νόμου Μωϋσέως καὶ τω̃ν προφητω̃ν ἀπò πρωΐ ἕως ἑσπέρας
24 καὶ οἱ μὲν ἐπείθοντο τοι̃ς λεγομένοις οἱ δὲ ἠπίστουν
25 ἀσύμφωνοι δὲ ὄντες πρòς ἀλλήλους ἀπελύοντο εἰπόντος του̃ Παύλου ῥη̃μα ἓν ὅτι καλω̃ς τò πνευ̃μα τò ἅγιον ἐλάλησεν διὰ ’Ησαΐου του̃ προφήτου πρòς τοὺς πατέρας ὑμω̃ν
26 λέγων πορεύθητι πρòς τòν λαòν του̃τον καὶ εἰπόν ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
27 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς
28 γνωστòν οὐ̃ν ἔστω ὑμι̃ν ὅτι τοι̃ς ἔθνεσιν ἀπεστάλη του̃το τò σωτήριον του̃ θεου̃ αὐτοὶ καὶ ἀκούσονται
29 ...
30 ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίω̨ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρòς αὐτόν
31 κηρύσσων τὴν βασιλείαν του̃ θεου̃ καὶ διδάσκων τὰ περὶ του̃ κυρίου ’Ιησου̃ Χριστου̃ μετὰ πάσης παρρησίας ἀκωλύτως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.