5 οὑ̃τοι δὲ προελθόντες ἔμενον ἡμα̃ς ἐν Τρω̨άδι |
6 ἡμει̃ς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τω̃ν ἀζύμων ἀπò Φιλίππων καὶ ἤλθομεν πρòς αὐτοὺς εἰς τὴν Τρω̨άδα ἄχρι ἡμερω̃ν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά |
7 ἐν δὲ τη̨̃ μια̨̃ τω̃ν σαββάτων συνηγμένων ἡμω̃ν κλάσαι ἄρτον ὁ Παυ̃λος διελέγετο αὐτοι̃ς μέλλων ἐξιέναι τη̨̃ ἐπαύριον παρέτεινέν τε τòν λόγον μέχρι μεσονυκτίου |
8 ἠ̃σαν δὲ λαμπάδες ἱκαναὶ ἐν τω̨̃ ὑπερώ̨ω̨ οὑ̃ ἠ̃μεν συνηγμένοι |
9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τη̃ς θυρίδος καταφερόμενος ὕπνω̨ βαθει̃ διαλεγομένου του̃ Παύλου ἐπὶ πλει̃ον κατενεχθεὶς ἀπò του̃ ὕπνου ἔπεσεν ἀπò του̃ τριστέγου κάτω καὶ ἤρθη νεκρός |
10 καταβὰς δὲ ὁ Παυ̃λος ἐπέπεσεν αὐτω̨̃ καὶ συμπεριλαβὼν εἰ̃πεν μὴ θορυβει̃σθε ἡ γὰρ ψυχὴ αὐτου̃ ἐν αὐτω̨̃ ἐστιν |
11 ἀναβὰς δὲ καὶ κλάσας τòν ἄρτον καὶ γευσάμενος ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγη̃ς οὕτως ἐξη̃λθεν |
12 ἤγαγον δὲ τòν παι̃δα ζω̃ντα καὶ παρεκλήθησαν οὐ μετρίως |
13 ἡμει̃ς δὲ προελθόντες ἐπὶ τò πλοι̃ον ἀνήχθημεν ἐπὶ τὴν ’Α̃σσον ἐκει̃θεν μέλλοντες ἀναλαμβάνειν τòν Παυ̃λον οὕτως γὰρ διατεταγμένος ἠ̃ν μέλλων αὐτòς πεζεύειν |
14 ὡς δὲ συνέβαλλεν ἡμι̃ν εἰς τὴν ’Α̃σσον ἀναλαβόντες αὐτòν ἤλθομεν εἰς Μιτυλήνην |
15 κἀκει̃θεν ἀποπλεύσαντες τη̨̃ ἐπιούση̨ κατηντήσαμεν ἄντικρυς Χίου τη̨̃ δὲ ἑτέρα̨ παρεβάλομεν εἰς Σάμον τη̨̃ δὲ ἐχομένη̨ ἤλθομεν εἰς Μίλητον |
16 κεκρίκει γὰρ ὁ Παυ̃λος παραπλευ̃σαι τὴν ’Έφεσον ὅπως μὴ γένηται αὐτω̨̃ χρονοτριβη̃σαι ἐν τη̨̃ ’Ασία̨ ἔσπευδεν γὰρ εἰ δυνατòν εἴη αὐτω̨̃ τὴν ἡμέραν τη̃ς πεντηκοστη̃ς γενέσθαι εἰς ‘Ιεροσόλυμα |
17 ἀπò δὲ τη̃ς Μιλήτου πέμψας εἰς ’Έφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τη̃ς ἐκκλησίας |
18 ὡς δὲ παρεγένοντο πρòς αὐτòν εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἐπίστασθε ἀπò πρώτης ἡμέρας ἀφ' ἡ̃ς ἐπέβην εἰς τὴν ’Ασίαν πω̃ς μεθ' ὑμω̃ν τòν πάντα χρόνον ἐγενόμην |
19 δουλεύων τω̨̃ κυρίω̨ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμω̃ν τω̃ν συμβάντων μοι ἐν ται̃ς ἐπιβουλαι̃ς τω̃ν ’Ιουδαίων |
20 ὡς οὐδὲν ὑπεστειλάμην τω̃ν συμφερόντων του̃ μὴ ἀναγγει̃λαι ὑμι̃ν καὶ διδάξαι ὑμα̃ς δημοσία̨ καὶ κατ' οἴκους |
21 διαμαρτυρόμενος ’Ιουδαίοις τε καὶ ‘Έλλησιν τὴν εἰς θεòν μετάνοιαν καὶ πίστιν εἰς τòν κύριον ἡμω̃ν ’Ιησου̃ν |
22 καὶ νυ̃ν ἰδοὺ δεδεμένος ἐγὼ τω̨̃ πνεύματι πορεύομαι εἰς ’Ιερουσαλήμ τὰ ἐν αὐτη̨̃ συναντήσοντά μοι μὴ εἰδώς |
23 πλὴν ὅτι τò πνευ̃μα τò ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν |
24 ἀλλ' οὐδενòς λόγου ποιου̃μαι τὴν ψυχὴν τιμίαν ἐμαυτω̨̃ ὡς τελειω̃σαι τòν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ του̃ κυρίου ’Ιησου̃ διαμαρτύρασθαι τò εὐαγγέλιον τη̃ς χάριτος του̃ θεου̃ |
25 καὶ νυ̃ν ἰδοὺ ἐγὼ οἰ̃δα ὅτι οὐκέτι ὄψεσθε τò πρόσωπόν μου ὑμει̃ς πάντες ἐν οἱ̃ς διη̃λθον κηρύσσων τὴν βασιλείαν |
26 διότι μαρτύρομαι ὑμι̃ν ἐν τη̨̃ σήμερον ἡμέρα̨ ὅτι καθαρός εἰμι ἀπò του̃ αἵματος πάντων |
27 οὐ γὰρ ὑπεστειλάμην του̃ μὴ ἀναγγει̃λαι πα̃σαν τὴν βουλὴν του̃ θεου̃ ὑμι̃ν |
28 προσέχετε ἑαυτοι̃ς καὶ παντὶ τω̨̃ ποιμνίω̨ ἐν ὡ̨̃ ὑμα̃ς τò πνευ̃μα τò ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν του̃ θεου̃ ἣν περιεποιήσατο διὰ του̃ αἵματος του̃ ἰδίου |
29 ἐγὼ οἰ̃δα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρει̃ς εἰς ὑμα̃ς μὴ φειδόμενοι του̃ ποιμνίου |
30 καὶ ἐξ ὑμω̃ν αὐτω̃ν ἀναστήσονται ἄνδρες λαλου̃ντες διεστραμμένα του̃ ἀποσπα̃ν τοὺς μαθητὰς ὀπίσω αὐτω̃ν |
31 διò γρηγορει̃τε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετω̃ν ἕνα ἕκαστον |
32 καὶ τὰ νυ̃ν παρατίθεμαι ὑμα̃ς τω̨̃ θεω̨̃ καὶ τω̨̃ λόγω̨ τη̃ς χάριτος αὐτου̃ τω̨̃ δυναμένω̨ οἰκοδομη̃σαι καὶ δου̃ναι τὴν κληρονομίαν ἐν τοι̃ς ἡγιασμένοις πα̃σιν |
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμου̃ οὐδενòς ἐπεθύμησα |
34 αὐτοὶ γινώσκετε ὅτι ται̃ς χρείαις μου καὶ τοι̃ς οὐ̃σιν μετ' ἐμου̃ ὑπηρέτησαν αἱ χει̃ρες αὑ̃ται |
35 πάντα ὑπέδειξα ὑμι̃ν ὅτι οὕτως κοπιω̃ντας δει̃ ἀντιλαμβάνεσθαι τω̃ν ἀσθενούντων μνημονεύειν τε τω̃ν λόγων του̃ κυρίου ’Ιησου̃ ὅτι αὐτòς εἰ̃πεν μακάριόν ἐστιν μα̃λλον διδόναι ἢ λαμβάνειν |
36 καὶ ταυ̃τα εἰπὼν θεὶς τὰ γόνατα αὐτου̃ σὺν πα̃σιν αὐτοι̃ς προσηύξατο |
37 ἱκανòς δὲ κλαυθμòς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τòν τράχηλον του̃ Παύλου κατεφίλουν αὐτόν |
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τω̨̃ λόγω̨ ὡ̨̃ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τò πρόσωπον αὐτου̃ θεωρει̃ν προέπεμπον δὲ αὐτòν εἰς τò πλοι̃ον |