ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 16,
στἰχοι 37-39
37 ὁ δὲ Παυ̃λος ἔφη πρòς αὐτούς δείραντες ἡμα̃ς δημοσία̨ ἀκατακρίτους ἀνθρώπους ‘Ρωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νυ̃ν λάθρα̨ ἡμα̃ς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμα̃ς ἐξαγαγέτωσαν |
38 ἀπήγγειλαν δὲ τοι̃ς στρατηγοι̃ς οἱ ῥαβδου̃χοι τὰ ῥήματα ταυ̃τα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ‘Ρωμαι̃οί εἰσιν |
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθει̃ν ἀπò τη̃ς πόλεως |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.