Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 13

ἠ̃σαν δὲ ἐν ’Αντιοχεία̨ κατὰ τὴν οὐ̃σαν ἐκκλησίαν προφη̃ται καὶ διδάσκαλοι ὅ τε Βαρναβα̃ς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναι̃ος Μαναήν τε ‘Ηρώ̨δου του̃ τετραάρχου σύντροφος καὶ Σαυ̃λος
λειτουργούντων δὲ αὐτω̃ν τω̨̃ κυρίω̨ καὶ νηστευόντων εἰ̃πεν τò πνευ̃μα τò ἅγιον ἀφορίσατε δή μοι τòν Βαρναβα̃ν καὶ Σαυ̃λον εἰς τò ἔργον ὃ προσκέκλημαι αὐτούς
τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χει̃ρας αὐτοι̃ς ἀπέλυσαν
αὐτοὶ μὲν οὐ̃ν ἐκπεμφθέντες ὑπò του̃ ἁγίου πνεύματος κατη̃λθον εἰς Σελεύκειαν ἐκει̃θέν τε ἀπέπλευσαν εἰς Κύπρον
καὶ γενόμενοι ἐν Σαλαμι̃νι κατήγγελλον τòν λόγον του̃ θεου̃ ἐν ται̃ς συναγωγαι̃ς τω̃ν ’Ιουδαίων εἰ̃χον δὲ καὶ ’Ιωάννην ὑπηρέτην
διελθόντες δὲ ὅλην τὴν νη̃σον ἄχρι Πάφου εὑ̃ρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην ’Ιουδαι̃ον ὡ̨̃ ὄνομα Βαριησου̃
ὃς ἠ̃ν σὺν τω̨̃ ἀνθυπάτω̨ Σεργίω̨ Παύλω̨ ἀνδρὶ συνετω̨̃ οὑ̃τος προσκαλεσάμενος Βαρναβα̃ν καὶ Σαυ̃λον ἐπεζήτησεν ἀκου̃σαι τòν λόγον του̃ θεου̃
ἀνθίστατο δὲ αὐτοι̃ς ’Ελύμας ὁ μάγος οὕτως γὰρ μεθερμηνεύεται τò ὄνομα αὐτου̃ ζητω̃ν διαστρέψαι τòν ἀνθύπατον ἀπò τη̃ς πίστεως
Σαυ̃λος δέ ὁ καὶ Παυ̃λος πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτòν
10 εἰ̃πεν ὠ̃ πλήρης παντòς δόλου καὶ πάσης ῥα̨διουργίας υἱὲ διαβόλου ἐχθρὲ πάσης δικαιοσύνης οὐ παύση̨ διαστρέφων τὰς ὁδοὺς του̃ κυρίου τὰς εὐθείας
11 καὶ νυ̃ν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ καὶ ἔση̨ τυφλòς μὴ βλέπων τòν ἥλιον ἄχρι καιρου̃ παραχρη̃μά τε ἔπεσεν ἐπ' αὐτòν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς
12 τότε ἰδὼν ὁ ἀνθύπατος τò γεγονòς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τη̨̃ διδαχη̨̃ του̃ κυρίου
13 ἀναχθέντες δὲ ἀπò τη̃ς Πάφου οἱ περὶ Παυ̃λον ἠ̃λθον εἰς Πέργην τη̃ς Παμφυλίας ’Ιωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτω̃ν ὑπέστρεψεν εἰς ‘Ιεροσόλυμα
14 αὐτοὶ δὲ διελθόντες ἀπò τη̃ς Πέργης παρεγένοντο εἰς ’Αντιόχειαν τὴν Πισιδίαν καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἐκάθισαν
15 μετὰ δὲ τὴν ἀνάγνωσιν του̃ νόμου καὶ τω̃ν προφητω̃ν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρòς αὐτοὺς λέγοντες ἄνδρες ἀδελφοί εἴ τίς ἐστιν ἐν ὑμι̃ν λόγος παρακλήσεως πρòς τòν λαόν λέγετε
16 ἀναστὰς δὲ Παυ̃λος καὶ κατασείσας τη̨̃ χειρὶ εἰ̃πεν ἄνδρες ’Ισραηλι̃ται καὶ οἱ φοβούμενοι τòν θεόν ἀκούσατε
17 ὁ θεòς του̃ λαου̃ τούτου ’Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμω̃ν καὶ τòν λαòν ὕψωσεν ἐν τη̨̃ παροικία̨ ἐν γη̨̃ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλου̃ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτη̃ς
18 καὶ ὡς τεσσερακονταετη̃ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γη̨̃ Χανάαν κατεκληρονόμησεν τὴν γη̃ν αὐτω̃ν
20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα καὶ μετὰ ταυ̃τα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ του̃ προφήτου
21 κἀκει̃θεν ἠ̨τήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοι̃ς ὁ θεòς τòν Σαοὺλ υἱòν Κίς ἄνδρα ἐκ φυλη̃ς Βενιαμίν ἔτη τεσσεράκοντα
22 καὶ μεταστήσας αὐτòν ἤγειρεν τòν Δαυὶδ αὐτοι̃ς εἰς βασιλέα ὡ̨̃ καὶ εἰ̃πεν μαρτυρήσας εὑ̃ρον Δαυὶδ τòν του̃ ’Ιεσσαί ἄνδρα κατὰ τὴν καρδίαν μου ὃς ποιήσει πάντα τὰ θελήματά μου
23 τούτου ὁ θεòς ἀπò του̃ σπέρματος κατ' ἐπαγγελίαν ἤγαγεν τω̨̃ ’Ισραὴλ σωτη̃ρα ’Ιησου̃ν
24 προκηρύξαντος ’Ιωάννου πρò προσώπου τη̃ς εἰσόδου αὐτου̃ βάπτισμα μετανοίας παντὶ τω̨̃ λαω̨̃ ’Ισραήλ
25 ὡς δὲ ἐπλήρου ’Ιωάννης τòν δρόμον ἔλεγεν τί ἐμὲ ὑπονοει̃τε εἰ̃ναι οὐκ εἰμὶ ἐγώ ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ οὑ̃ οὐκ εἰμὶ ἄξιος τò ὑπόδημα τω̃ν ποδω̃ν λυ̃σαι
26 ἄνδρες ἀδελφοί υἱοὶ γένους ’Αβραὰμ καὶ οἱ ἐν ὑμι̃ν φοβούμενοι τòν θεόν ἡμι̃ν ὁ λόγος τη̃ς σωτηρίας ταύτης ἐξαπεστάλη
27 οἱ γὰρ κατοικου̃ντες ἐν ’Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτω̃ν του̃τον ἀγνοήσαντες καὶ τὰς φωνὰς τω̃ν προφητω̃ν τὰς κατὰ πα̃ν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἠ̨τήσαντο Πιλα̃τον ἀναιρεθη̃ναι αὐτόν
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτου̃ γεγραμμένα καθελόντες ἀπò του̃ ξύλου ἔθηκαν εἰς μνημει̃ον
30 ὁ δὲ θεòς ἤγειρεν αὐτòν ἐκ νεκρω̃ν
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοι̃ς συναναβα̃σιν αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας εἰς ’Ιερουσαλήμ οἵτινες νυ̃ν εἰσιν μάρτυρες αὐτου̃ πρòς τòν λαόν
32 καὶ ἡμει̃ς ὑμα̃ς εὐαγγελιζόμεθα τὴν πρòς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
33 ὅτι ταύτην ὁ θεòς ἐκπεπλήρωκεν τοι̃ς τέκνοις αὐτω̃ν ἡμι̃ν ἀναστήσας ’Ιησου̃ν ὡς καὶ ἐν τω̨̃ ψαλμω̨̃ γέγραπται τω̨̃ δευτέρω̨ υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε
34 ὅτι δὲ ἀνέστησεν αὐτòν ἐκ νεκρω̃ν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν οὕτως εἴρηκεν ὅτι δώσω ὑμι̃ν τὰ ὅσια Δαυὶδ τὰ πιστά
35 διότι καὶ ἐν ἑτέρω̨ λέγει οὐ δώσεις τòν ὅσιόν σου ἰδει̃ν διαφθοράν
36 Δαυὶδ μὲν γὰρ ἰδία̨ γενεα̨̃ ὑπηρετήσας τη̨̃ του̃ θεου̃ βουλη̨̃ ἐκοιμήθη καὶ προσετέθη πρòς τοὺς πατέρας αὐτου̃ καὶ εἰ̃δεν διαφθοράν
37 ὃν δὲ ὁ θεòς ἤγειρεν οὐκ εἰ̃δεν διαφθοράν
38 γνωστòν οὐ̃ν ἔστω ὑμι̃ν ἄνδρες ἀδελφοί ὅτι διὰ τούτου ὑμι̃ν ἄφεσις ἁμαρτιω̃ν καταγγέλλεται καὶ ἀπò πάντων ὡ̃ν οὐκ ἠδυνήθητε ἐν νόμω̨ Μωϋσέως δικαιωθη̃ναι
39 ἐν τούτω̨ πα̃ς ὁ πιστεύων δικαιου̃ται
40 βλέπετε οὐ̃ν μὴ ἐπέλθη̨ τò εἰρημένον ἐν τοι̃ς προφήταις
41 ἴδετε οἱ καταφρονηταί καὶ θαυμάσατε καὶ ἀφανίσθητε ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ται̃ς ἡμέραις ὑμω̃ν ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγη̃ται ὑμι̃ν
42 ἐξιόντων δὲ αὐτω̃ν παρεκάλουν εἰς τò μεταξὺ σάββατον λαληθη̃ναι αὐτοι̃ς τὰ ῥήματα ταυ̃τα
43 λυθείσης δὲ τη̃ς συναγωγη̃ς ἠκολούθησαν πολλοὶ τω̃ν ’Ιουδαίων καὶ τω̃ν σεβομένων προσηλύτων τω̨̃ Παύλω̨ καὶ τω̨̃ Βαρναβα̨̃ οἵτινες προσλαλου̃ντες αὐτοι̃ς ἔπειθον αὐτοὺς προσμένειν τη̨̃ χάριτι του̃ θεου̃
44 τω̨̃ δὲ ἐρχομένω̨ σαββάτω̨ σχεδòν πα̃σα ἡ πόλις συνήχθη ἀκου̃σαι τòν λόγον του̃ κυρίου
45 ἰδόντες δὲ οἱ ’Ιουδαι̃οι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοι̃ς ὑπò Παύλου λαλουμένοις βλασφημου̃ντες
46 παρρησιασάμενοί τε ὁ Παυ̃λος καὶ ὁ Βαρναβα̃ς εἰ̃παν ὑμι̃ν ἠ̃ν ἀναγκαι̃ον πρω̃τον λαληθη̃ναι τòν λόγον του̃ θεου̃ ἐπειδὴ ἀπωθει̃σθε αὐτòν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τη̃ς αἰωνίου ζωη̃ς ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη
47 οὕτως γὰρ ἐντέταλται ἡμι̃ν ὁ κύριος τέθεικά σε εἰς φω̃ς ἐθνω̃ν του̃ εἰ̃ναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τη̃ς γη̃ς
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τòν λόγον του̃ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἠ̃σαν τεταγμένοι εἰς ζωὴν αἰώνιον
49 διεφέρετο δὲ ὁ λόγος του̃ κυρίου δι' ὅλης τη̃ς χώρας
50 οἱ δὲ ’Ιουδαι̃οι παρώτρυναν τὰς σεβομένας γυναι̃κας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τη̃ς πόλεως καὶ ἐπήγειραν διωγμòν ἐπὶ τòν Παυ̃λον καὶ Βαρναβα̃ν καὶ ἐξέβαλον αὐτοὺς ἀπò τω̃ν ὁρίων αὐτω̃ν
51 οἱ δὲ ἐκτιναξάμενοι τòν κονιορτòν τω̃ν ποδω̃ν ἐπ' αὐτοὺς ἠ̃λθον εἰς ’Ικόνιον
52 οἵ τε μαθηταὶ ἐπληρου̃ντο χαρα̃ς καὶ πνεύματος ἁγίου

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 14

ἐγένετο δὲ ἐν ’Ικονίω̨ κατὰ τò αὐτò εἰσελθει̃ν αὐτοὺς εἰς τὴν συναγωγὴν τω̃ν ’Ιουδαίων καὶ λαλη̃σαι οὕτως ὥστε πιστευ̃σαι ’Ιουδαίων τε καὶ ‘Ελλήνων πολὺ πλη̃θος
οἱ δὲ ἀπειθήσαντες ’Ιουδαι̃οι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τω̃ν ἐθνω̃ν κατὰ τω̃ν ἀδελφω̃ν
ἱκανòν μὲν οὐ̃ν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τω̨̃ κυρίω̨ τω̨̃ μαρτυρου̃ντι ἐπὶ τω̨̃ λόγω̨ τη̃ς χάριτος αὐτου̃ διδόντι σημει̃α καὶ τέρατα γίνεσθαι διὰ τω̃ν χειρω̃ν αὐτω̃ν
ἐσχίσθη δὲ τò πλη̃θος τη̃ς πόλεως καὶ οἱ μὲν ἠ̃σαν σὺν τοι̃ς ’Ιουδαίοις οἱ δὲ σὺν τοι̃ς ἀποστόλοις
ὡς δὲ ἐγένετο ὁρμὴ τω̃ν ἐθνω̃ν τε καὶ ’Ιουδαίων σὺν τοι̃ς ἄρχουσιν αὐτω̃ν ὑβρίσαι καὶ λιθοβολη̃σαι αὐτούς
συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τη̃ς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον
κἀκει̃ εὐαγγελιζόμενοι ἠ̃σαν
καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοι̃ς ποσὶν ἐκάθητο χωλòς ἐκ κοιλίας μητρòς αὐτου̃ ὃς οὐδέποτε περιεπάτησεν
οὑ̃τος ἤκουσεν του̃ Παύλου λαλου̃ντος ὃς ἀτενίσας αὐτω̨̃ καὶ ἰδὼν ὅτι ἔχει πίστιν του̃ σωθη̃ναι
10 εἰ̃πεν μεγάλη̨ φωνη̨̃ ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός καὶ ἥλατο καὶ περιεπάτει
11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παυ̃λος ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν Λυκαονιστὶ λέγοντες οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρòς ἡμα̃ς
12 ἐκάλουν τε τòν Βαρναβα̃ν δία τòν δὲ Παυ̃λον ‘Ερμη̃ν ἐπειδὴ αὐτòς ἠ̃ν ὁ ἡγούμενος του̃ λόγου
13 ὅ τε ἱερεὺς του̃ Διòς του̃ ὄντος πρò τη̃ς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλω̃νας ἐνέγκας σὺν τοι̃ς ὄχλοις ἤθελεν θύειν
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβα̃ς καὶ Παυ̃λος διαρρήξαντες τὰ ἱμάτια αὐτω̃ν ἐξεπήδησαν εἰς τòν ὄχλον κράζοντες
15 καὶ λέγοντες ἄνδρες τί ταυ̃τα ποιει̃τε καὶ ἡμει̃ς ὁμοιοπαθει̃ς ἐσμεν ὑμι̃ν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμα̃ς ἀπò τούτων τω̃ν ματαίων ἐπιστρέφειν ἐπὶ θεòν ζω̃ντα ὃς ἐποίησεν τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς
16 ὃς ἐν ται̃ς παρω̨χημέναις γενεαι̃ς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ται̃ς ὁδοι̃ς αὐτω̃ν
17 καίτοι οὐκ ἀμάρτυρον αὐτòν ἀφη̃κεν ἀγαθουργω̃ν οὐρανόθεν ὑμι̃ν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους ἐμπιπλω̃ν τροφη̃ς καὶ εὐφροσύνης τὰς καρδίας ὑμω̃ν
18 καὶ ταυ̃τα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους του̃ μὴ θύειν αὐτοι̃ς
19 ἐπη̃λθαν δὲ ἀπò ’Αντιοχείας καὶ ’Ικονίου ’Ιουδαι̃οι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τòν Παυ̃λον ἔσυρον ἔξω τη̃ς πόλεως νομίζοντες αὐτòν τεθνηκέναι
20 κυκλωσάντων δὲ τω̃ν μαθητω̃ν αὐτòν ἀναστὰς εἰση̃λθεν εἰς τὴν πόλιν καὶ τη̨̃ ἐπαύριον ἐξη̃λθεν σὺν τω̨̃ Βαρναβα̨̃ εἰς Δέρβην
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς ’Ικόνιον καὶ εἰς ’Αντιόχειαν
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τω̃ν μαθητω̃ν παρακαλου̃ντες ἐμμένειν τη̨̃ πίστει καὶ ὅτι διὰ πολλω̃ν θλίψεων δει̃ ἡμα̃ς εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃
23 χειροτονήσαντες δὲ αὐτοι̃ς κατ' ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειω̃ν παρέθεντο αὐτοὺς τω̨̃ κυρίω̨ εἰς ὃν πεπιστεύκεισαν
24 καὶ διελθόντες τὴν Πισιδίαν ἠ̃λθον εἰς τὴν Παμφυλίαν
25 καὶ λαλήσαντες ἐν Πέργη̨ τòν λόγον κατέβησαν εἰς ’Αττάλειαν
26 κἀκει̃θεν ἀπέπλευσαν εἰς ’Αντιόχειαν ὅθεν ἠ̃σαν παραδεδομένοι τη̨̃ χάριτι του̃ θεου̃ εἰς τò ἔργον ὃ ἐπλήρωσαν
27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεòς μετ' αὐτω̃ν καὶ ὅτι ἤνοιξεν τοι̃ς ἔθνεσιν θύραν πίστεως
28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοι̃ς μαθηται̃ς

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 15

καί τινες κατελθόντες ἀπò τη̃ς ’Ιουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτμηθη̃τε τω̨̃ ἔθει τω̨̃ Μωϋσέως οὐ δύνασθε σωθη̃ναι
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τω̨̃ Παύλω̨ καὶ τω̨̃ Βαρναβα̨̃ πρòς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παυ̃λον καὶ Βαρναβα̃ν καί τινας ἄλλους ἐξ αὐτω̃ν πρòς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς ’Ιερουσαλὴμ περὶ του̃ ζητήματος τούτου
οἱ μὲν οὐ̃ν προπεμφθέντες ὑπò τη̃ς ἐκκλησίας διήρχοντο τήν τε φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τω̃ν ἐθνω̃ν καὶ ἐποίουν χαρὰν μεγάλην πα̃σιν τοι̃ς ἀδελφοι̃ς
παραγενόμενοι δὲ εἰς ’Ιερουσαλὴμ παρεδέχθησαν ἀπò τη̃ς ἐκκλησίας καὶ τω̃ν ἀποστόλων καὶ τω̃ν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα ὁ θεòς ἐποίησεν μετ' αὐτω̃ν
ἐξανέστησαν δέ τινες τω̃ν ἀπò τη̃ς αἱρέσεως τω̃ν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι δει̃ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρει̃ν τòν νόμον Μωϋσέως
συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδει̃ν περὶ του̃ λόγου τούτου
πολλη̃ς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἰ̃πεν πρòς αὐτούς ἄνδρες ἀδελφοί ὑμει̃ς ἐπίστασθε ὅτι ἀφ' ἡμερω̃ν ἀρχαίων ἐν ὑμι̃ν ἐξελέξατο ὁ θεòς διὰ του̃ στόματός μου ἀκου̃σαι τὰ ἔθνη τòν λόγον του̃ εὐαγγελίου καὶ πιστευ̃σαι
καὶ ὁ καρδιογνώστης θεòς ἐμαρτύρησεν αὐτοι̃ς δοὺς τò πνευ̃μα τò ἅγιον καθὼς καὶ ἡμι̃ν
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμω̃ν τε καὶ αὐτω̃ν τη̨̃ πίστει καθαρίσας τὰς καρδίας αὐτω̃ν
10 νυ̃ν οὐ̃ν τί πειράζετε τòν θεόν ἐπιθει̃ναι ζυγòν ἐπὶ τòν τράχηλον τω̃ν μαθητω̃ν ὃν οὔτε οἱ πατέρες ἡμω̃ν οὔτε ἡμει̃ς ἰσχύσαμεν βαστάσαι
11 ἀλλὰ διὰ τη̃ς χάριτος του̃ κυρίου ’Ιησου̃ πιστεύομεν σωθη̃ναι καθ' ὃν τρόπον κἀκει̃νοι
12 ἐσίγησεν δὲ πα̃ν τò πλη̃θος καὶ ἤκουον Βαρναβα̃ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεòς σημει̃α καὶ τέρατα ἐν τοι̃ς ἔθνεσιν δι' αὐτω̃ν
13 μετὰ δὲ τò σιγη̃σαι αὐτοὺς ἀπεκρίθη ’Ιάκωβος λέγων ἄνδρες ἀδελφοί ἀκούσατέ μου
14 συμεὼν ἐξηγήσατο καθὼς πρω̃τον ὁ θεòς ἐπεσκέψατο λαβει̃ν ἐξ ἐθνω̃ν λαòν τω̨̃ ὀνόματι αὐτου̃
15 καὶ τούτω̨ συμφωνου̃σιν οἱ λόγοι τω̃ν προφητω̃ν καθὼς γέγραπται
16 μετὰ ταυ̃τα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυι̃αν καὶ τὰ κατεσκαμμένα αὐτη̃ς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τω̃ν ἀνθρώπων τòν κύριον καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τò ὄνομά μου ἐπ' αὐτούς λέγει κύριος ποιω̃ν ταυ̃τα
18 γνωστὰ ἀπ' αἰω̃νος
19 διò ἐγὼ κρίνω μὴ παρενοχλει̃ν τοι̃ς ἀπò τω̃ν ἐθνω̃ν ἐπιστρέφουσιν ἐπὶ τòν θεόν
20 ἀλλὰ ἐπιστει̃λαι αὐτοι̃ς του̃ ἀπέχεσθαι τω̃ν ἀλισγημάτων τω̃ν εἰδώλων καὶ τη̃ς πορνείας καὶ του̃ πνικτου̃ καὶ του̃ αἵματος
21 Μωϋση̃ς γὰρ ἐκ γενεω̃ν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτòν ἔχει ἐν ται̃ς συναγωγαι̃ς κατὰ πα̃ν σάββατον ἀναγινωσκόμενος
22 τότε ἔδοξε τοι̃ς ἀποστόλοις καὶ τοι̃ς πρεσβυτέροις σὺν ὅλη̨ τη̨̃ ἐκκλησία̨ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτω̃ν πέμψαι εἰς ’Αντιόχειαν σὺν τω̨̃ Παύλω̨ καὶ Βαρναβα̨̃ ’Ιούδαν τòν καλούμενον Βαρσαββα̃ν καὶ Σιλα̃ν ἄνδρας ἡγουμένους ἐν τοι̃ς ἀδελφοι̃ς
23 γράψαντες διὰ χειρòς αὐτω̃ν οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοι̃ς κατὰ τὴν ’Αντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοι̃ς τοι̃ς ἐξ ἐθνω̃ν χαίρειν
24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμω̃ν ἐξελθόντες ἐτάραξαν ὑμα̃ς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμω̃ν οἱ̃ς οὐ διεστειλάμεθα
25 ἔδοξεν ἡμι̃ν γενομένοις ὁμοθυμαδòν ἐκλεξαμένοις ἄνδρας πέμψαι πρòς ὑμα̃ς σὺν τοι̃ς ἀγαπητοι̃ς ἡμω̃ν Βαρναβα̨̃ καὶ Παύλω̨
26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτω̃ν ὑπὲρ του̃ ὀνόματος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
27 ἀπεστάλκαμεν οὐ̃ν ’Ιούδαν καὶ Σιλα̃ν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
28 ἔδοξεν γὰρ τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ καὶ ἡμι̃ν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμι̃ν βάρος πλὴν τούτων τω̃ν ἐπάναγκες
29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτω̃ν καὶ πορνείας ἐξ ὡ̃ν διατηρου̃ντες ἑαυτοὺς εὐ̃ πράξετε ἔρρωσθε
30 οἱ μὲν οὐ̃ν ἀπολυθέντες κατη̃λθον εἰς ’Αντιόχειαν καὶ συναγαγόντες τò πλη̃θος ἐπέδωκαν τὴν ἐπιστολήν
31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τη̨̃ παρακλήσει
32 ’Ιούδας τε καὶ Σιλα̃ς καὶ αὐτοὶ προφη̃ται ὄντες διὰ λόγου πολλου̃ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ' εἰρήνης ἀπò τω̃ν ἀδελφω̃ν πρòς τοὺς ἀποστείλαντας αὐτούς
34 ...
35 Παυ̃λος δὲ καὶ Βαρναβα̃ς διέτριβον ἐν ’Αντιοχεία̨ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλω̃ν τòν λόγον του̃ κυρίου
36 μετὰ δέ τινας ἡμέρας εἰ̃πεν πρòς Βαρναβα̃ν Παυ̃λος ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πα̃σαν ἐν αἱ̃ς κατηγγείλαμεν τòν λόγον του̃ κυρίου πω̃ς ἔχουσιν
37 Βαρναβα̃ς δὲ ἐβούλετο συμπαραλαβει̃ν καὶ τòν ’Ιωάννην τòν καλούμενον Μα̃ρκον
38 Παυ̃λος δὲ ἠξίου τòν ἀποστάντα ἀπ' αὐτω̃ν ἀπò Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοι̃ς εἰς τò ἔργον μὴ συμπαραλαμβάνειν του̃τον
39 ἐγένετο δὲ παροξυσμòς ὥστε ἀποχωρισθη̃ναι αὐτοὺς ἀπ' ἀλλήλων τόν τε Βαρναβα̃ν παραλαβόντα τòν Μα̃ρκον ἐκπλευ̃σαι εἰς Κύπρον
40 Παυ̃λος δὲ ἐπιλεξάμενος Σιλα̃ν ἐξη̃λθεν παραδοθεὶς τη̨̃ χάριτι του̃ κυρίου ὑπò τω̃ν ἀδελφω̃ν
41 διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 16

κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν καὶ ἰδοὺ μαθητής τις ἠ̃ν ἐκει̃ ὀνόματι Τιμόθεος υἱòς γυναικòς ’Ιουδαίας πιστη̃ς πατρòς δὲ ‘Έλληνος
ὃς ἐμαρτυρει̃το ὑπò τω̃ν ἐν Λύστροις καὶ ’Ικονίω̨ ἀδελφω̃ν
του̃τον ἠθέλησεν ὁ Παυ̃λος σὺν αὐτω̨̃ ἐξελθει̃ν καὶ λαβὼν περιέτεμεν αὐτòν διὰ τοὺς ’Ιουδαίους τοὺς ὄντας ἐν τοι̃ς τόποις ἐκείνοις ἤ̨δεισαν γὰρ ἅπαντες ὅτι ‘Έλλην ὁ πατὴρ αὐτου̃ ὑπη̃ρχεν
ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδοσαν αὐτοι̃ς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπò τω̃ν ἀποστόλων καὶ πρεσβυτέρων τω̃ν ἐν ‘Ιεροσολύμοις
αἱ μὲν οὐ̃ν ἐκκλησίαι ἐστερεου̃ντο τη̨̃ πίστει καὶ ἐπερίσσευον τω̨̃ ἀριθμω̨̃ καθ' ἡμέραν
διη̃λθον δὲ τὴν φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπò του̃ ἁγίου πνεύματος λαλη̃σαι τòν λόγον ἐν τη̨̃ ’Ασία̨
ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθη̃ναι καὶ οὐκ εἴασεν αὐτοὺς τò πνευ̃μα ’Ιησου̃
παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρω̨άδα
καὶ ὅραμα διὰ τη̃ς νυκτòς τω̨̃ Παύλω̨ ὤφθη ἀνὴρ Μακεδών τις ἠ̃ν ἑστὼς καὶ παρακαλω̃ν αὐτòν καὶ λέγων διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμι̃ν
10 ὡς δὲ τò ὅραμα εἰ̃δεν εὐθέως ἐζητήσαμεν ἐξελθει̃ν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμα̃ς ὁ θεòς εὐαγγελίσασθαι αὐτούς
11 ἀναχθέντες δὲ ἀπò Τρω̨άδος εὐθυδρομήσαμεν εἰς Σαμοθρά̨κην τη̨̃ δὲ ἐπιούση̨ εἰς Νέαν Πόλιν
12 κἀκει̃θεν εἰς Φιλίππους ἥτις ἐστὶν πρώτης μερίδος τη̃ς Μακεδονίας πόλις κολωνία ἠ̃μεν δὲ ἐν ταύτη̨ τη̨̃ πόλει διατρίβοντες ἡμέρας τινάς
13 τη̨̃ τε ἡμέρα̨ τω̃ν σαββάτων ἐξήλθομεν ἔξω τη̃ς πύλης παρὰ ποταμòν οὑ̃ ἐνομίζομεν προσευχὴν εἰ̃ναι καὶ καθίσαντες ἐλαλου̃μεν ται̃ς συνελθούσαις γυναιξίν
14 καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως θυατείρων σεβομένη τòν θεόν ἤκουεν ἡ̃ς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοι̃ς λαλουμένοις ὑπò του̃ Παύλου
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἰ̃κος αὐτη̃ς παρεκάλεσεν λέγουσα εἰ κεκρίκατέ με πιστὴν τω̨̃ κυρίω̨ εἰ̃ναι εἰσελθόντες εἰς τòν οἰ̃κόν μου μένετε καὶ παρεβιάσατο ἡμα̃ς
16 ἐγένετο δὲ πορευομένων ἡμω̃ν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνευ̃μα πύθωνα ὑπαντη̃σαι ἡμι̃ν ἥτις ἐργασίαν πολλὴν παρει̃χεν τοι̃ς κυρίοις αὐτη̃ς μαντευομένη
17 αὕτη κατακολουθου̃σα τω̨̃ Παύλω̨ καὶ ἡμι̃ν ἔκραζεν λέγουσα οὑ̃τοι οἱ ἄνθρωποι δου̃λοι του̃ θεου̃ του̃ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ὑμι̃ν ὁδòν σωτηρίας
18 του̃το δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ Παυ̃λος καὶ ἐπιστρέψας τω̨̃ πνεύματι εἰ̃πεν παραγγέλλω σοι ἐν ὀνόματι ’Ιησου̃ Χριστου̃ ἐξελθει̃ν ἀπ' αὐτη̃ς καὶ ἐξη̃λθεν αὐτη̨̃ τη̨̃ ὥρα̨
19 ἰδόντες δὲ οἱ κύριοι αὐτη̃ς ὅτι ἐξη̃λθεν ἡ ἐλπὶς τη̃ς ἐργασίας αὐτω̃ν ἐπιλαβόμενοι τòν Παυ̃λον καὶ τòν Σιλα̃ν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας
20 καὶ προσαγαγόντες αὐτοὺς τοι̃ς στρατηγοι̃ς εἰ̃παν οὑ̃τοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμω̃ν τὴν πόλιν ’Ιουδαι̃οι ὑπάρχοντες
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμι̃ν παραδέχεσθαι οὐδὲ ποιει̃ν ‘Ρωμαίοις οὐ̃σιν
22 καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτω̃ν καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτω̃ν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν
23 πολλάς τε ἐπιθέντες αὐτοι̃ς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τω̨̃ δεσμοφύλακι ἀσφαλω̃ς τηρει̃ν αὐτούς
24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτω̃ν εἰς τò ξύλον
25 κατὰ δὲ τò μεσονύκτιον Παυ̃λος καὶ Σιλα̃ς προσευχόμενοι ὕμνουν τòν θεόν ἐπηκροω̃ντο δὲ αὐτω̃ν οἱ δέσμιοι
26 ἄφνω δὲ σεισμòς ἐγένετο μέγας ὥστε σαλευθη̃ναι τὰ θεμέλια του̃ δεσμωτηρίου ἠνεώ̨χθησαν δὲ παραχρη̃μα αἱ θύραι πα̃σαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεω̨γμένας τὰς θύρας τη̃ς φυλακη̃ς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτòν ἀναιρει̃ν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους
28 ἐφώνησεν δὲ μεγάλη̨ φωνη̨̃ ὁ Παυ̃λος λέγων μηδὲν πράξη̨ς σεαυτω̨̃ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε
29 αἰτήσας δὲ φω̃τα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τω̨̃ Παύλω̨ καὶ τω̨̃ Σιλα̨̃
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη κύριοι τί με δει̃ ποιει̃ν ἵνα σωθω̃
31 οἱ δὲ εἰ̃παν πίστευσον ἐπὶ τòν κύριον ’Ιησου̃ν καὶ σωθήση̨ σὺ καὶ ὁ οἰ̃κός σου
32 καὶ ἐλάλησαν αὐτω̨̃ τòν λόγον του̃ κυρίου σὺν πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨ αὐτου̃
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ τη̃ς νυκτòς ἔλουσεν ἀπò τω̃ν πληγω̃ν καὶ ἐβαπτίσθη αὐτòς καὶ οἱ αὐτου̃ πάντες παραχρη̃μα
34 ἀναγαγών τε αὐτοὺς εἰς τòν οἰ̃κον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τω̨̃ θεω̨̃
35 ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρòς τòν Παυ̃λον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθη̃τε νυ̃ν οὐ̃ν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνη̨
37 ὁ δὲ Παυ̃λος ἔφη πρòς αὐτούς δείραντες ἡμα̃ς δημοσία̨ ἀκατακρίτους ἀνθρώπους ‘Ρωμαίους ὑπάρχοντας ἔβαλαν εἰς φυλακήν καὶ νυ̃ν λάθρα̨ ἡμα̃ς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμα̃ς ἐξαγαγέτωσαν
38 ἀπήγγειλαν δὲ τοι̃ς στρατηγοι̃ς οἱ ῥαβδου̃χοι τὰ ῥήματα ταυ̃τα ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ‘Ρωμαι̃οί εἰσιν
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθει̃ν ἀπò τη̃ς πόλεως
40 ἐξελθόντες δὲ ἀπò τη̃ς φυλακη̃ς εἰση̃λθον πρòς τὴν Λυδίαν καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξη̃λθαν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 17

διοδεύσαντες δὲ τὴν ’Αμφίπολιν καὶ τὴν ’Απολλωνίαν ἠ̃λθον εἰς Θεσσαλονίκην ὅπου ἠ̃ν συναγωγὴ τω̃ν ’Ιουδαίων
κατὰ δὲ τò εἰωθòς τω̨̃ Παύλω̨ εἰση̃λθεν πρòς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοι̃ς ἀπò τω̃ν γραφω̃ν
διανοίγων καὶ παρατιθέμενος ὅτι τòν Χριστòν ἔδει παθει̃ν καὶ ἀναστη̃ναι ἐκ νεκρω̃ν καὶ ὅτι οὑ̃τός ἐστιν ὁ Χριστός ὁ ’Ιησου̃ς ὃν ἐγὼ καταγγέλλω ὑμι̃ν
καί τινες ἐξ αὐτω̃ν ἐπείσθησαν καὶ προσεκληρώθησαν τω̨̃ Παύλω̨ καὶ τω̨̃ Σιλα̨̃ τω̃ν τε σεβομένων ‘Ελλήνων πλη̃θος πολὺ γυναικω̃ν τε τω̃ν πρώτων οὐκ ὀλίγαι
ζηλώσαντες δὲ οἱ ’Ιουδαι̃οι καὶ προσλαβόμενοι τω̃ν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τη̨̃ οἰκία̨ ’Ιάσονος ἐζήτουν αὐτοὺς προαγαγει̃ν εἰς τòν δη̃μον
μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον ’Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοω̃ντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὑ̃τοι καὶ ἐνθάδε πάρεισιν
οὓς ὑποδέδεκται ’Ιάσων καὶ οὑ̃τοι πάντες ἀπέναντι τω̃ν δογμάτων Καίσαρος πράσσουσι βασιλέα ἕτερον λέγοντες εἰ̃ναι ’Ιησου̃ν
ἐτάραξαν δὲ τòν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταυ̃τα
καὶ λαβόντες τò ἱκανòν παρὰ του̃ ’Ιάσονος καὶ τω̃ν λοιπω̃ν ἀπέλυσαν αὐτούς
10 οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτòς ἐξέπεμψαν τόν τε Παυ̃λον καὶ τòν Σιλα̃ν εἰς Βέροιαν οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τω̃ν ’Ιουδαίων ἀπή̨εσαν
11 οὑ̃τοι δὲ ἠ̃σαν εὐγενέστεροι τω̃ν ἐν Θεσσαλονίκη̨ οἵτινες ἐδέξαντο τòν λόγον μετὰ πάσης προθυμίας καθ' ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταυ̃τα οὕτως
12 πολλοὶ μὲν οὐ̃ν ἐξ αὐτω̃ν ἐπίστευσαν καὶ τω̃ν ‘Ελληνίδων γυναικω̃ν τω̃ν εὐσχημόνων καὶ ἀνδρω̃ν οὐκ ὀλίγοι
13 ὡς δὲ ἔγνωσαν οἱ ἀπò τη̃ς Θεσσαλονίκης ’Ιουδαι̃οι ὅτι καὶ ἐν τη̨̃ Βεροία̨ κατηγγέλη ὑπò του̃ Παύλου ὁ λόγος του̃ θεου̃ ἠ̃λθον κἀκει̃ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους
14 εὐθέως δὲ τότε τòν Παυ̃λον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν ὑπέμεινάν τε ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος ἐκει̃
15 οἱ δὲ καθιστάνοντες τòν Παυ̃λον ἤγαγον ἕως ’Αθηνω̃ν καὶ λαβόντες ἐντολὴν πρòς τòν Σιλα̃ν καὶ τòν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρòς αὐτòν ἐξή̨εσαν
16 ἐν δὲ ται̃ς ’Αθήναις ἐκδεχομένου αὐτοὺς του̃ Παύλου παρωξύνετο τò πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ θεωρου̃ντος κατείδωλον οὐ̃σαν τὴν πόλιν
17 διελέγετο μὲν οὐ̃ν ἐν τη̨̃ συναγωγη̨̃ τοι̃ς ’Ιουδαίοις καὶ τοι̃ς σεβομένοις καὶ ἐν τη̨̃ ἀγορα̨̃ κατὰ πα̃σαν ἡμέραν πρòς τοὺς παρατυγχάνοντας
18 τινὲς δὲ καὶ τω̃ν ’Επικουρείων καὶ Στοϊκω̃ν φιλοσόφων συνέβαλλον αὐτω̨̃ καί τινες ἔλεγον τί ἂν θέλοι ὁ σπερμολόγος οὑ̃τος λέγειν οἱ δέ ξένων δαιμονίων δοκει̃ καταγγελεὺς εἰ̃ναι ὅτι τòν ’Ιησου̃ν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο
19 ἐπιλαβόμενοί τε αὐτου̃ ἐπὶ τòν ’Άρειον Πάγον ἤγαγον λέγοντες δυνάμεθα γνω̃ναι τίς ἡ καινὴ αὕτη ἡ ὑπò σου̃ λαλουμένη διδαχή
20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμω̃ν βουλόμεθα οὐ̃ν γνω̃ναι τίνα θέλει ταυ̃τα εἰ̃ναι
21 ’Αθηναι̃οι δὲ πάντες καὶ οἱ ἐπιδημου̃ντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον
22 σταθεὶς δὲ ὁ Παυ̃λος ἐν μέσω̨ του̃ ’Αρείου Πάγου ἔφη ἄνδρες ’Αθηναι̃οι κατὰ πάντα ὡς δεισιδαιμονεστέρου ὑμα̃ς θεωρω̃
23 διερχόμενος γὰρ καὶ ἀναθεωρω̃ν τὰ σεβάσματα ὑμω̃ν εὑ̃ρον καὶ βωμòν ἐν ὡ̨̃ ἐπεγέγραπτο ἀγνώστω̨ θεω̨̃ ὃ οὐ̃ν ἀγνοου̃ντες εὐσεβει̃τε του̃το ἐγὼ καταγγέλλω ὑμι̃ν
24 ὁ θεòς ὁ ποιήσας τòν κόσμον καὶ πάντα τὰ ἐν αὐτω̨̃ οὑ̃τος οὐρανου̃ καὶ γη̃ς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοι̃ς κατοικει̃
25 οὐδὲ ὑπò χειρω̃ν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος αὐτòς διδοὺς πα̃σι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα
26 ἐποίησέν τε ἐξ ἑνòς πα̃ν ἔθνος ἀνθρώπων κατοικει̃ν ἐπὶ παντòς προσώπου τη̃ς γη̃ς ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τη̃ς κατοικίας αὐτω̃ν
27 ζητει̃ν τòν θεòν εἰ ἄρα γε ψηλαφήσειαν αὐτòν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπò ἑνòς ἑκάστου ἡμω̃ν ὑπάρχοντα
28 ἐν αὐτω̨̃ γὰρ ζω̃μεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τω̃ν καθ' ὑμα̃ς ποιητω̃ν εἰρήκασιν του̃ γὰρ καὶ γένος ἐσμέν
29 γένος οὐ̃ν ὑπάρχοντες του̃ θεου̃ οὐκ ὀφείλομεν νομίζειν χρυσω̨̃ ἢ ἀργύρω̨ ἢ λίθω̨ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τò θει̃ον εἰ̃ναι ὅμοιον
30 τοὺς μὲν οὐ̃ν χρόνους τη̃ς ἀγνοίας ὑπεριδὼν ὁ θεòς τὰ νυ̃ν παραγγέλλει τοι̃ς ἀνθρώποις πάντας πανταχου̃ μετανοει̃ν
31 καθότι ἔστησεν ἡμέραν ἐν ἡ̨̃ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ ἐν ἀνδρὶ ὡ̨̃ ὥρισεν πίστιν παρασχὼν πα̃σιν ἀναστήσας αὐτòν ἐκ νεκρω̃ν
32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρω̃ν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἰ̃παν ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν
33 οὕτως ὁ Παυ̃λος ἐξη̃λθεν ἐκ μέσου αὐτω̃ν
34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτω̨̃ ἐπίστευσαν ἐν οἱ̃ς καὶ Διονύσιος ὁ ’Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοι̃ς

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 18

μετὰ ταυ̃τα χωρισθεὶς ἐκ τω̃ν ’Αθηνω̃ν ἠ̃λθεν εἰς Κόρινθον
καὶ εὑρών τινα ’Ιουδαι̃ον ὀνόματι ’Ακύλαν Ποντικòν τω̨̃ γένει προσφάτως ἐληλυθότα ἀπò τη̃ς ’Ιταλίας καὶ Πρίσκιλλαν γυναι̃κα αὐτου̃ διὰ τò διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ’Ιουδαίους ἀπò τη̃ς ‘Ρώμης προση̃λθεν αὐτοι̃ς
καὶ διὰ τò ὁμότεχνον εἰ̃ναι ἔμενεν παρ' αὐτοι̃ς καὶ ἠργάζετο ἠ̃σαν γὰρ σκηνοποιοὶ τη̨̃ τέχνη̨
διελέγετο δὲ ἐν τη̨̃ συναγωγη̨̃ κατὰ πα̃ν σάββατον ἔπειθέν τε ’Ιουδαίους καὶ ‘Έλληνας
ὡς δὲ κατη̃λθον ἀπò τη̃ς Μακεδονίας ὅ τε Σιλα̃ς καὶ ὁ Τιμόθεος συνείχετο τω̨̃ λόγω̨ ὁ Παυ̃λος διαμαρτυρόμενος τοι̃ς ’Ιουδαίοις εἰ̃ναι τòν Χριστόν ’Ιησου̃ν
ἀντιτασσομένων δὲ αὐτω̃ν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἰ̃πεν πρòς αὐτούς τò αἱ̃μα ὑμω̃ν ἐπὶ τὴν κεφαλὴν ὑμω̃ν καθαρòς ἐγώ ἀπò του̃ νυ̃ν εἰς τὰ ἔθνη πορεύσομαι
καὶ μεταβὰς ἐκει̃θεν εἰση̃λθεν εἰς οἰκίαν τινòς ὀνόματι Τιτίου ’Ιούστου σεβομένου τòν θεόν οὑ̃ ἡ οἰκία ἠ̃ν συνομορου̃σα τη̨̃ συναγωγη̨̃
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τω̨̃ κυρίω̨ σὺν ὅλω̨ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ πολλοὶ τω̃ν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
εἰ̃πεν δὲ ὁ κύριος ἐν νυκτὶ δι' ὁράματος τω̨̃ Παύλω̨ μὴ φοβου̃ ἀλλὰ λάλει καὶ μὴ σιωπήση̨ς
10 διότι ἐγώ εἰμι μετὰ σου̃ καὶ οὐδεὶς ἐπιθήσεταί σοι του̃ κακω̃σαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τη̨̃ πόλει ταύτη̨
11 ἐκάθισεν δὲ ἐνιαυτòν καὶ μη̃νας ἓξ διδάσκων ἐν αὐτοι̃ς τòν λόγον του̃ θεου̃
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τη̃ς ’Αχαΐας κατεπέστησαν ὁμοθυμαδòν οἱ ’Ιουδαι̃οι τω̨̃ Παύλω̨ καὶ ἤγαγον αὐτòν ἐπὶ τò βη̃μα
13 λέγοντες ὅτι παρὰ τòν νόμον ἀναπείθει οὑ̃τος τοὺς ἀνθρώπους σέβεσθαι τòν θεόν
14 μέλλοντος δὲ του̃ Παύλου ἀνοίγειν τò στόμα εἰ̃πεν ὁ Γαλλίων πρòς τοὺς ’Ιουδαίους εἰ μὲν ἠ̃ν ἀδίκημά τι ἢ ῥα̨διούργημα πονηρόν ὠ̃ ’Ιουδαι̃οι κατὰ λόγον ἂν ἀνεσχόμην ὑμω̃ν
15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου του̃ καθ' ὑμα̃ς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἰ̃ναι
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπò του̃ βήματος
17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τòν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν του̃ βήματος καὶ οὐδὲν τούτων τω̨̃ Γαλλίωνι ἔμελεν
18 ὁ δὲ Παυ̃λος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοι̃ς ἀδελφοι̃ς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτω̨̃ Πρίσκιλλα καὶ ’Ακύλας κειράμενος ἐν Κεγχρεαι̃ς τὴν κεφαλήν εἰ̃χεν γὰρ εὐχήν
19 κατήντησαν δὲ εἰς ἔφεσον κἀκείνους κατέλιπεν αὐτου̃ αὐτòς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοι̃ς ’Ιουδαίοις
20 ἐρωτώντων δὲ αὐτω̃ν ἐπὶ πλείονα χρόνον μει̃ναι οὐκ ἐπένευσεν
21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών πάλιν ἀνακάμψω πρòς ὑμα̃ς του̃ θεου̃ θέλοντος ἀνήχθη ἀπò τη̃ς ’Εφέσου
22 καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς ’Αντιόχειαν
23 καὶ ποιήσας χρόνον τινὰ ἐξη̃λθεν διερχόμενος καθεξη̃ς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν ἐπιστηρίζων πάντας τοὺς μαθητάς
24 ’Ιουδαι̃ος δέ τις ’Απολλω̃ς ὀνόματι ’Αλεξανδρεὺς τω̨̃ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς ἔφεσον δυνατòς ὢν ἐν ται̃ς γραφαι̃ς
25 οὑ̃τος ἠ̃ν κατηχημένος τὴν ὁδòν του̃ κυρίου καὶ ζέων τω̨̃ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβω̃ς τὰ περὶ του̃ ’Ιησου̃ ἐπιστάμενος μόνον τò βάπτισμα ’Ιωάννου
26 οὑ̃τός τε ἤρξατο παρρησιάζεσθαι ἐν τη̨̃ συναγωγη̨̃ ἀκούσαντες δὲ αὐτου̃ Πρίσκιλλα καὶ ’Ακύλας προσελάβοντο αὐτòν καὶ ἀκριβέστερον αὐτω̨̃ ἐξέθεντο τὴν ὁδòν του̃ θεου̃
27 βουλομένου δὲ αὐτου̃ διελθει̃ν εἰς τὴν ’Αχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοι̃ς μαθηται̃ς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοι̃ς πεπιστευκόσιν διὰ τη̃ς χάριτος
28 εὐτόνως γὰρ τοι̃ς ’Ιουδαίοις διακατηλέγχετο δημοσία̨ ἐπιδεικνὺς διὰ τω̃ν γραφω̃ν εἰ̃ναι τòν Χριστòν ’Ιησου̃ν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 19

ἐγένετο δὲ ἐν τω̨̃ τòν ’Απολλω̃ εἰ̃ναι ἐν Κορίνθω̨ Παυ̃λον διελθόντα τὰ ἀνωτερικὰ μέρη κατελθει̃ν εἰς ἔφεσον καὶ εὑρει̃ν τινας μαθητάς
εἰ̃πέν τε πρòς αὐτούς εἰ πνευ̃μα ἅγιον ἐλάβετε πιστεύσαντες οἱ δὲ πρòς αὐτόν ἀλλ' οὐδ' εἰ πνευ̃μα ἅγιον ἔστιν ἠκούσαμεν
εἰ̃πέν τε εἰς τί οὐ̃ν ἐβαπτίσθητε οἱ δὲ εἰ̃παν εἰς τò ’Ιωάννου βάπτισμα
εἰ̃πεν δὲ Παυ̃λος ’Ιωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τω̨̃ λαω̨̃ λέγων εἰς τòν ἐρχόμενον μετ' αὐτòν ἵνα πιστεύσωσιν του̃τ' ἔστιν εἰς τòν ’Ιησου̃ν
ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τò ὄνομα του̃ κυρίου ’Ιησου̃
καὶ ἐπιθέντος αὐτοι̃ς του̃ Παύλου τὰς χει̃ρας ἠ̃λθε τò πνευ̃μα τò ἅγιον ἐπ' αὐτούς ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον
ἠ̃σαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα
εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μη̃νας τρει̃ς διαλεγόμενος καὶ πείθων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃
ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογου̃ντες τὴν ὁδòν ἐνώπιον του̃ πλήθους ἀποστὰς ἀπ' αὐτω̃ν ἀφώρισεν τοὺς μαθητάς καθ' ἡμέραν διαλεγόμενος ἐν τη̨̃ σχολη̨̃ Τυράννου
10 του̃το δὲ ἐγένετο ἐπὶ ἔτη δύο ὥστε πάντας τοὺς κατοικου̃ντας τὴν ’Ασίαν ἀκου̃σαι τòν λόγον του̃ κυρίου ’Ιουδαίους τε καὶ ‘Έλληνας
11 δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεòς ἐποίει διὰ τω̃ν χειρω̃ν Παύλου
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενου̃ντας ἀποφέρεσθαι ἀπò του̃ χρωτòς αὐτου̃ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτω̃ν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι
13 ἐπεχείρησαν δέ τινες καὶ τω̃ν περιερχομένων ’Ιουδαίων ἐξορκιστω̃ν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τò ὄνομα του̃ κυρίου ’Ιησου̃ λέγοντες ὁρκίζω ὑμα̃ς τòν ’Ιησου̃ν ὃν Παυ̃λος κηρύσσει
14 ἠ̃σαν δέ τινος Σκευα̃ ’Ιουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ του̃το ποιου̃ντες
15 ἀποκριθὲν δὲ τò πνευ̃μα τò πονηρòν εἰ̃πεν αὐτοι̃ς τòν μὲν ’Ιησου̃ν γινώσκω καὶ τòν Παυ̃λον ἐπίσταμαι ὑμει̃ς δὲ τίνες ἐστέ
16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ' αὐτοὺς ἐν ὡ̨̃ ἠ̃ν τò πνευ̃μα τò πονηρòν κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ' αὐτω̃ν ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγει̃ν ἐκ του̃ οἴκου ἐκείνου
17 του̃το δὲ ἐγένετο γνωστòν πα̃σιν ’Ιουδαίοις τε καὶ ‘Έλλησιν τοι̃ς κατοικου̃σιν τὴν ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς καὶ ἐμεγαλύνετο τò ὄνομα του̃ κυρίου ’Ιησου̃
18 πολλοί τε τω̃ν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτω̃ν
19 ἱκανοὶ δὲ τω̃ν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων καὶ συνεψήφισαν τὰς τιμὰς αὐτω̃ν καὶ εὑ̃ρον ἀργυρίου μυριάδας πέντε
20 οὕτως κατὰ κράτος του̃ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν
21 ὡς δὲ ἐπληρώθη ταυ̃τα ἔθετο ὁ Παυ̃λος ἐν τω̨̃ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ ’Αχαΐαν πορεύεσθαι εἰς ‘Ιεροσόλυμα εἰπὼν ὅτι μετὰ τò γενέσθαι με ἐκει̃ δει̃ με καὶ ‘Ρώμην ἰδει̃ν
22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τω̃ν διακονούντων αὐτω̨̃ Τιμόθεον καὶ ἔραστον αὐτòς ἐπέσχεν χρόνον εἰς τὴν ’Ασίαν
23 ἐγένετο δὲ κατὰ τòν καιρòν ἐκει̃νον τάραχος οὐκ ὀλίγος περὶ τη̃ς ὁδου̃
24 Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος ποιω̃ν ναοὺς ἀργυρου̃ς ’Αρτέμιδος παρείχετο τοι̃ς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαυ̃τα ἐργάτας εἰ̃πεν ἄνδρες ἐπίστασθε ὅτι ἐκ ταύτης τη̃ς ἐργασίας ἡ εὐπορία ἡμι̃ν ἐστιν
26 καὶ θεωρει̃τε καὶ ἀκούετε ὅτι οὐ μόνον ’Εφέσου ἀλλὰ σχεδòν πάσης τη̃ς ’Ασίας ὁ Παυ̃λος οὑ̃τος πείσας μετέστησεν ἱκανòν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρω̃ν γινόμενοι
27 οὐ μόνον δὲ του̃το κινδυνεύει ἡμι̃ν τò μέρος εἰς ἀπελεγμòν ἐλθει̃ν ἀλλὰ καὶ τò τη̃ς μεγάλης θεα̃ς ’Αρτέμιδος ἱερòν εἰς οὐθὲν λογισθη̃ναι μέλλειν τε καὶ καθαιρει̃σθαι τη̃ς μεγαλειότητος αὐτη̃ς ἣν ὅλη ἡ ’Ασία καὶ ἡ οἰκουμένη σέβεται
28 ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμου̃ ἔκραζον λέγοντες μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων
29 καὶ ἐπλήσθη ἡ πόλις τη̃ς συγχύσεως ὥρμησάν τε ὁμοθυμαδòν εἰς τò θέατρον συναρπάσαντες Γάϊον καὶ ’Αρίσταρχον Μακεδόνας συνεκδήμους Παύλου
30 Παύλου δὲ βουλομένου εἰσελθει̃ν εἰς τòν δη̃μον οὐκ εἴων αὐτòν οἱ μαθηταί
31 τινὲς δὲ καὶ τω̃ν ’Ασιαρχω̃ν ὄντες αὐτω̨̃ φίλοι πέμψαντες πρòς αὐτòν παρεκάλουν μὴ δου̃ναι ἑαυτòν εἰς τò θέατρον
32 ἄλλοι μὲν οὐ̃ν ἄλλο τι ἔκραζον ἠ̃ν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ἤ̨δεισαν τίνος ἕνεκα συνεληλύθεισαν
33 ἐκ δὲ του̃ ὄχλου συνεβίβασαν ’Αλέξανδρον προβαλόντων αὐτòν τω̃ν ’Ιουδαίων ὁ δὲ ’Αλέξανδρος κατασείσας τὴν χει̃ρα ἤθελεν ἀπολογει̃σθαι τω̨̃ δήμω̨
34 ἐπιγνόντες δὲ ὅτι ’Ιουδαι̃ός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων μεγάλη ἡ ’Άρτεμις ’Εφεσίων
35 καταστείλας δὲ ὁ γραμματεὺς τòν ὄχλον φησίν ἄνδρες ’Εφέσιοι τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν ’Εφεσίων πόλιν νεωκόρον οὐ̃σαν τη̃ς μεγάλης ’Αρτέμιδος καὶ του̃ διοπετου̃ς
36 ἀναντιρρήτων οὐ̃ν ὄντων τούτων δέον ἐστὶν ὑμα̃ς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν
37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημου̃ντας τὴν θεòν ἡμω̃ν
38 εἰ μὲν οὐ̃ν Δημήτριος καὶ οἱ σὺν αὐτω̨̃ τεχνι̃ται ἔχουσι πρός τινα λόγον ἀγοραι̃οι ἄγονται καὶ ἀνθύπατοί εἰσιν ἐγκαλείτωσαν ἀλλήλοις
39 εἰ δέ τι περαιτέρω ἐπιζητει̃τε ἐν τη̨̃ ἐννόμω̨ ἐκκλησία̨ ἐπιλυθήσεται
40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλει̃σθαι στάσεως περὶ τη̃ς σήμερον μηδενòς αἰτίου ὑπάρχοντος περὶ οὑ̃ οὐ δυνησόμεθα ἀποδου̃ναι λόγον περὶ τη̃ς συστροφη̃ς ταύτης καὶ ταυ̃τα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 20

μετὰ δὲ τò παύσασθαι τòν θόρυβον μεταπεμψάμενος ὁ Παυ̃λος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξη̃λθεν πορεύεσθαι εἰς Μακεδονίαν
διελθὼν δὲ τὰ μέρη ἐκει̃να καὶ παρακαλέσας αὐτοὺς λόγω̨ πολλω̨̃ ἠ̃λθεν εἰς τὴν ‘Ελλάδα
ποιήσας τε μη̃νας τρει̃ς γενομένης ἐπιβουλη̃ς αὐτω̨̃ ὑπò τω̃ν ’Ιουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης του̃ ὑποστρέφειν διὰ Μακεδονίας
συνείπετο δὲ αὐτω̨̃ Σώπατρος Πύρρου Βεροιαι̃ος Θεσσαλονικέων δὲ ’Αρίσταρχος καὶ Σεκου̃νδος καὶ Γάϊος Δερβαι̃ος καὶ Τιμόθεος ’Ασιανοὶ δὲ Τυχικòς καὶ Τρόφιμος
οὑ̃τοι δὲ προελθόντες ἔμενον ἡμα̃ς ἐν Τρω̨άδι
ἡμει̃ς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τω̃ν ἀζύμων ἀπò Φιλίππων καὶ ἤλθομεν πρòς αὐτοὺς εἰς τὴν Τρω̨άδα ἄχρι ἡμερω̃ν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
ἐν δὲ τη̨̃ μια̨̃ τω̃ν σαββάτων συνηγμένων ἡμω̃ν κλάσαι ἄρτον ὁ Παυ̃λος διελέγετο αὐτοι̃ς μέλλων ἐξιέναι τη̨̃ ἐπαύριον παρέτεινέν τε τòν λόγον μέχρι μεσονυκτίου
ἠ̃σαν δὲ λαμπάδες ἱκαναὶ ἐν τω̨̃ ὑπερώ̨ω̨ οὑ̃ ἠ̃μεν συνηγμένοι
καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τη̃ς θυρίδος καταφερόμενος ὕπνω̨ βαθει̃ διαλεγομένου του̃ Παύλου ἐπὶ πλει̃ον κατενεχθεὶς ἀπò του̃ ὕπνου ἔπεσεν ἀπò του̃ τριστέγου κάτω καὶ ἤρθη νεκρός
10 καταβὰς δὲ ὁ Παυ̃λος ἐπέπεσεν αὐτω̨̃ καὶ συμπεριλαβὼν εἰ̃πεν μὴ θορυβει̃σθε ἡ γὰρ ψυχὴ αὐτου̃ ἐν αὐτω̨̃ ἐστιν
11 ἀναβὰς δὲ καὶ κλάσας τòν ἄρτον καὶ γευσάμενος ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγη̃ς οὕτως ἐξη̃λθεν
12 ἤγαγον δὲ τòν παι̃δα ζω̃ντα καὶ παρεκλήθησαν οὐ μετρίως
13 ἡμει̃ς δὲ προελθόντες ἐπὶ τò πλοι̃ον ἀνήχθημεν ἐπὶ τὴν ’Α̃σσον ἐκει̃θεν μέλλοντες ἀναλαμβάνειν τòν Παυ̃λον οὕτως γὰρ διατεταγμένος ἠ̃ν μέλλων αὐτòς πεζεύειν
14 ὡς δὲ συνέβαλλεν ἡμι̃ν εἰς τὴν ’Α̃σσον ἀναλαβόντες αὐτòν ἤλθομεν εἰς Μιτυλήνην
15 κἀκει̃θεν ἀποπλεύσαντες τη̨̃ ἐπιούση̨ κατηντήσαμεν ἄντικρυς Χίου τη̨̃ δὲ ἑτέρα̨ παρεβάλομεν εἰς Σάμον τη̨̃ δὲ ἐχομένη̨ ἤλθομεν εἰς Μίλητον
16 κεκρίκει γὰρ ὁ Παυ̃λος παραπλευ̃σαι τὴν ’Έφεσον ὅπως μὴ γένηται αὐτω̨̃ χρονοτριβη̃σαι ἐν τη̨̃ ’Ασία̨ ἔσπευδεν γὰρ εἰ δυνατòν εἴη αὐτω̨̃ τὴν ἡμέραν τη̃ς πεντηκοστη̃ς γενέσθαι εἰς ‘Ιεροσόλυμα
17 ἀπò δὲ τη̃ς Μιλήτου πέμψας εἰς ’Έφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τη̃ς ἐκκλησίας
18 ὡς δὲ παρεγένοντο πρòς αὐτòν εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἐπίστασθε ἀπò πρώτης ἡμέρας ἀφ' ἡ̃ς ἐπέβην εἰς τὴν ’Ασίαν πω̃ς μεθ' ὑμω̃ν τòν πάντα χρόνον ἐγενόμην
19 δουλεύων τω̨̃ κυρίω̨ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμω̃ν τω̃ν συμβάντων μοι ἐν ται̃ς ἐπιβουλαι̃ς τω̃ν ’Ιουδαίων
20 ὡς οὐδὲν ὑπεστειλάμην τω̃ν συμφερόντων του̃ μὴ ἀναγγει̃λαι ὑμι̃ν καὶ διδάξαι ὑμα̃ς δημοσία̨ καὶ κατ' οἴκους
21 διαμαρτυρόμενος ’Ιουδαίοις τε καὶ ‘Έλλησιν τὴν εἰς θεòν μετάνοιαν καὶ πίστιν εἰς τòν κύριον ἡμω̃ν ’Ιησου̃ν
22 καὶ νυ̃ν ἰδοὺ δεδεμένος ἐγὼ τω̨̃ πνεύματι πορεύομαι εἰς ’Ιερουσαλήμ τὰ ἐν αὐτη̨̃ συναντήσοντά μοι μὴ εἰδώς
23 πλὴν ὅτι τò πνευ̃μα τò ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν
24 ἀλλ' οὐδενòς λόγου ποιου̃μαι τὴν ψυχὴν τιμίαν ἐμαυτω̨̃ ὡς τελειω̃σαι τòν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ του̃ κυρίου ’Ιησου̃ διαμαρτύρασθαι τò εὐαγγέλιον τη̃ς χάριτος του̃ θεου̃
25 καὶ νυ̃ν ἰδοὺ ἐγὼ οἰ̃δα ὅτι οὐκέτι ὄψεσθε τò πρόσωπόν μου ὑμει̃ς πάντες ἐν οἱ̃ς διη̃λθον κηρύσσων τὴν βασιλείαν
26 διότι μαρτύρομαι ὑμι̃ν ἐν τη̨̃ σήμερον ἡμέρα̨ ὅτι καθαρός εἰμι ἀπò του̃ αἵματος πάντων
27 οὐ γὰρ ὑπεστειλάμην του̃ μὴ ἀναγγει̃λαι πα̃σαν τὴν βουλὴν του̃ θεου̃ ὑμι̃ν
28 προσέχετε ἑαυτοι̃ς καὶ παντὶ τω̨̃ ποιμνίω̨ ἐν ὡ̨̃ ὑμα̃ς τò πνευ̃μα τò ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν του̃ θεου̃ ἣν περιεποιήσατο διὰ του̃ αἵματος του̃ ἰδίου
29 ἐγὼ οἰ̃δα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρει̃ς εἰς ὑμα̃ς μὴ φειδόμενοι του̃ ποιμνίου
30 καὶ ἐξ ὑμω̃ν αὐτω̃ν ἀναστήσονται ἄνδρες λαλου̃ντες διεστραμμένα του̃ ἀποσπα̃ν τοὺς μαθητὰς ὀπίσω αὐτω̃ν
31 διò γρηγορει̃τε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετω̃ν ἕνα ἕκαστον
32 καὶ τὰ νυ̃ν παρατίθεμαι ὑμα̃ς τω̨̃ θεω̨̃ καὶ τω̨̃ λόγω̨ τη̃ς χάριτος αὐτου̃ τω̨̃ δυναμένω̨ οἰκοδομη̃σαι καὶ δου̃ναι τὴν κληρονομίαν ἐν τοι̃ς ἡγιασμένοις πα̃σιν
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμου̃ οὐδενòς ἐπεθύμησα
34 αὐτοὶ γινώσκετε ὅτι ται̃ς χρείαις μου καὶ τοι̃ς οὐ̃σιν μετ' ἐμου̃ ὑπηρέτησαν αἱ χει̃ρες αὑ̃ται
35 πάντα ὑπέδειξα ὑμι̃ν ὅτι οὕτως κοπιω̃ντας δει̃ ἀντιλαμβάνεσθαι τω̃ν ἀσθενούντων μνημονεύειν τε τω̃ν λόγων του̃ κυρίου ’Ιησου̃ ὅτι αὐτòς εἰ̃πεν μακάριόν ἐστιν μα̃λλον διδόναι ἢ λαμβάνειν
36 καὶ ταυ̃τα εἰπὼν θεὶς τὰ γόνατα αὐτου̃ σὺν πα̃σιν αὐτοι̃ς προσηύξατο
37 ἱκανòς δὲ κλαυθμòς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τòν τράχηλον του̃ Παύλου κατεφίλουν αὐτόν
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τω̨̃ λόγω̨ ὡ̨̃ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τò πρόσωπον αὐτου̃ θεωρει̃ν προέπεμπον δὲ αὐτòν εἰς τò πλοι̃ον

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 21

ὡς δὲ ἐγένετο ἀναχθη̃ναι ἡμα̃ς ἀποσπασθέντας ἀπ' αὐτω̃ν εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κω̃ τη̨̃ δὲ ἑξη̃ς εἰς τὴν ‘Ρόδον κἀκει̃θεν εἰς Πάταρα
καὶ εὑρόντες πλοι̃ον διαπερω̃ν εἰς φοινίκην ἐπιβάντες ἀνήχθημεν
ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον ἐκει̃σε γὰρ τò πλοι̃ον ἠ̃ν ἀποφορτιζόμενον τòν γόμον
ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτου̃ ἡμέρας ἑπτά οἵτινες τω̨̃ Παύλω̨ ἔλεγον διὰ του̃ πνεύματος μὴ ἐπιβαίνειν εἰς ‘Ιεροσόλυμα
ὅτε δὲ ἐγένετο ἡμα̃ς ἐξαρτίσαι τὰς ἡμέρας ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμα̃ς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τη̃ς πόλεως καὶ θέντες τὰ γόνατα ἐπὶ τòν αἰγιαλòν προσευξάμενοι
ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τò πλοι̃ον ἐκει̃νοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια
ἡμει̃ς δὲ τòν πλου̃ν διανύσαντες ἀπò Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοι̃ς
τη̨̃ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν καὶ εἰσελθόντες εἰς τòν οἰ̃κον Φιλίππου του̃ εὐαγγελιστου̃ ὄντος ἐκ τω̃ν ἑπτὰ ἐμείναμεν παρ' αὐτω̨̃
τούτω̨ δὲ ἠ̃σαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι
10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατη̃λθέν τις ἀπò τη̃ς ’Ιουδαίας προφήτης ὀνόματι ‘Άγαβος
11 καὶ ἐλθὼν πρòς ἡμα̃ς καὶ ἄρας τὴν ζώνην του̃ Παύλου δήσας ἑαυτου̃ τοὺς πόδας καὶ τὰς χει̃ρας εἰ̃πεν τάδε λέγει τò πνευ̃μα τò ἅγιον τòν ἄνδρα οὑ̃ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν ’Ιερουσαλὴμ οἱ ’Ιουδαι̃οι καὶ παραδώσουσιν εἰς χει̃ρας ἐθνω̃ν
12 ὡς δὲ ἠκούσαμεν ταυ̃τα παρεκαλου̃μεν ἡμει̃ς τε καὶ οἱ ἐντόπιοι του̃ μὴ ἀναβαίνειν αὐτòν εἰς ’Ιερουσαλήμ
13 τότε ἀπεκρίθη ὁ Παυ̃λος τί ποιει̃τε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν ἐγὼ γὰρ οὐ μόνον δεθη̃ναι ἀλλὰ καὶ ἀποθανει̃ν εἰς ’Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ του̃ ὀνόματος του̃ κυρίου ’Ιησου̃
14 μὴ πειθομένου δὲ αὐτου̃ ἡσυχάσαμεν εἰπόντες του̃ κυρίου τò θέλημα γινέσθω
15 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ‘Ιεροσόλυμα
16 συνη̃λθον δὲ καὶ τω̃ν μαθητω̃ν ἀπò Καισαρείας σὺν ἡμι̃ν ἄγοντες παρ' ὡ̨̃ ξενισθω̃μεν Μνάσωνί τινι Κυπρίω̨ ἀρχαίω̨ μαθητη̨̃
17 γενομένων δὲ ἡμω̃ν εἰς ‘Ιεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμα̃ς οἱ ἀδελφοί
18 τη̨̃ δὲ ἐπιούση̨ εἰσή̨ει ὁ Παυ̃λος σὺν ἡμι̃ν πρòς ’Ιάκωβον πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι
19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγει̃το καθ' ἓν ἕκαστον ὡ̃ν ἐποίησεν ὁ θεòς ἐν τοι̃ς ἔθνεσιν διὰ τη̃ς διακονίας αὐτου̃
20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τòν θεόν εἰ̃πόν τε αὐτω̨̃ θεωρει̃ς ἀδελφέ πόσαι μυριάδες εἰσὶν ἐν τοι̃ς ’Ιουδαίοις τω̃ν πεπιστευκότων καὶ πάντες ζηλωταὶ του̃ νόμου ὑπάρχουσιν
21 κατηχήθησαν δὲ περὶ σου̃ ὅτι ἀποστασίαν διδάσκεις ἀπò Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ’Ιουδαίους λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοι̃ς ἔθεσιν περιπατει̃ν
22 τί οὐ̃ν ἐστιν πάντως ἀκούσονται ὅτι ἐλήλυθας
23 του̃το οὐ̃ν ποίησον ὅ σοι λέγομεν εἰσὶν ἡμι̃ν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτω̃ν
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοι̃ς καὶ δαπάνησον ἐπ' αὐτοι̃ς ἵνα ξυρήσονται τὴν κεφαλήν καὶ γνώσονται πάντες ὅτι ὡ̃ν κατήχηνται περὶ σου̃ οὐδέν ἐστιν ἀλλὰ στοιχει̃ς καὶ αὐτòς φυλάσσων τòν νόμον
25 περὶ δὲ τω̃ν πεπιστευκότων ἐθνω̃ν ἡμει̃ς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἱ̃μα καὶ πνικτòν καὶ πορνείαν
26 τότε ὁ Παυ̃λος παραλαβὼν τοὺς ἄνδρας τη̨̃ ἐχομένη̨ ἡμέρα̨ σὺν αὐτοι̃ς ἁγνισθεὶς εἰσή̨ει εἰς τò ἱερόν διαγγέλλων τὴν ἐκπλήρωσιν τω̃ν ἡμερω̃ν του̃ ἁγνισμου̃ ἕως οὑ̃ προσηνέχθη ὑπὲρ ἑνòς ἑκάστου αὐτω̃ν ἡ προσφορά
27 ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελει̃σθαι οἱ ἀπò τη̃ς ’Ασίας ’Ιουδαι̃οι θεασάμενοι αὐτòν ἐν τω̨̃ ἱερω̨̃ συνέχεον πάντα τòν ὄχλον καὶ ἐπέβαλον ἐπ' αὐτòν τὰς χει̃ρας
28 κράζοντες ἄνδρες ’Ισραηλι̃ται βοηθει̃τε οὑ̃τός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ του̃ λαου̃ καὶ του̃ νόμου καὶ του̃ τόπου τούτου πάντας πανταχη̨̃ διδάσκων ἔτι τε καὶ ‘Έλληνας εἰσήγαγεν εἰς τò ἱερòν καὶ κεκοίνωκεν τòν ἅγιον τόπον του̃τον
29 ἠ̃σαν γὰρ προεωρακότες Τρόφιμον τòν ’Εφέσιον ἐν τη̨̃ πόλει σὺν αὐτω̨̃ ὃν ἐνόμιζον ὅτι εἰς τò ἱερòν εἰσήγαγεν ὁ Παυ̃λος
30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ του̃ λαου̃ καὶ ἐπιλαβόμενοι του̃ Παύλου εἱ̃λκον αὐτòν ἔξω του̃ ἱερου̃ καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι
31 ζητούντων τε αὐτòν ἀποκτει̃ναι ἀνέβη φάσις τω̨̃ χιλιάρχω̨ τη̃ς σπείρης ὅτι ὅλη συγχύννεται ’Ιερουσαλήμ
32 ὃς ἐξαυτη̃ς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς οἱ δὲ ἰδόντες τòν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τòν Παυ̃λον
33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτου̃ καὶ ἐκέλευσεν δεθη̃ναι ἁλύσεσι δυσί καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς
34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τω̨̃ ὄχλω̨ μὴ δυναμένου δὲ αὐτου̃ γνω̃ναι τò ἀσφαλὲς διὰ τòν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτòν εἰς τὴν παρεμβολήν
35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς συνέβη βαστάζεσθαι αὐτòν ὑπò τω̃ν στρατιωτω̃ν διὰ τὴν βίαν του̃ ὄχλου
36 ἠκολούθει γὰρ τò πλη̃θος του̃ λαου̃ κράζοντες αἰ̃ρε αὐτόν
37 μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παυ̃λος λέγει τω̨̃ χιλιάρχω̨ εἰ ἔξεστίν μοι εἰπει̃ν τι πρòς σέ ὁ δὲ ἔφη ‘Ελληνιστὶ γινώσκεις
38 οὐκ ἄρα σὺ εἰ̃ ὁ Αἰγύπτιος ὁ πρò τούτων τω̃ν ἡμερω̃ν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τω̃ν σικαρίων
39 εἰ̃πεν δὲ ὁ Παυ̃λος ἐγὼ ἄνθρωπος μέν εἰμι ’Ιουδαι̃ος Ταρσεὺς τη̃ς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης δέομαι δέ σου ἐπίτρεψόν μοι λαλη̃σαι πρòς τòν λαόν
40 ἐπιτρέψαντος δὲ αὐτου̃ ὁ Παυ̃λος ἑστὼς ἐπὶ τω̃ν ἀναβαθμω̃ν κατέσεισεν τη̨̃ χειρὶ τω̨̃ λαω̨̃ πολλη̃ς δὲ σιγη̃ς γενομένης προσεφώνησεν τη̨̃ ‘Εβραΐδι διαλέκτω̨ λέγων

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 22

ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατέ μου τη̃ς πρòς ὑμα̃ς νυνὶ ἀπολογίας
ἀκούσαντες δὲ ὅτι τη̨̃ ‘Εβραΐδι διαλέκτω̨ προσεφώνει αὐτοι̃ς μα̃λλον παρέσχον ἡσυχίαν καὶ φησίν
ἐγώ εἰμι ἀνὴρ ’Ιουδαι̃ος γεγεννημένος ἐν Ταρσω̨̃ τη̃ς Κιλικίας ἀνατεθραμμένος δὲ ἐν τη̨̃ πόλει ταύτη̨ παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν του̃ πατρώ̨ου νόμου ζηλωτὴς ὑπάρχων του̃ θεου̃ καθὼς πάντες ὑμει̃ς ἐστε σήμερον
ὃς ταύτην τὴν ὁδòν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναι̃κας
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρει̃ μοι καὶ πα̃ν τò πρεσβυτέριον παρ' ὡ̃ν καὶ ἐπιστολὰς δεξάμενος πρòς τοὺς ἀδελφοὺς εἰς Δαμασκòν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκει̃σε ὄντας δεδεμένους εἰς ’Ιερουσαλὴμ ἵνα τιμωρηθω̃σιν
ἐγένετο δέ μοι πορευομένω̨ καὶ ἐγγίζοντι τη̨̃ Δαμασκω̨̃ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ του̃ οὐρανου̃ περιαστράψαι φω̃ς ἱκανòν περὶ ἐμέ
ἔπεσά τε εἰς τò ἔδαφος καὶ ἤκουσα φωνη̃ς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις
ἐγὼ δὲ ἀπεκρίθην τίς εἰ̃ κύριε εἰ̃πέν τε πρός με ἐγώ εἰμι ’Ιησου̃ς ὁ Ναζωραι̃ος ὃν σὺ διώκεις
οἱ δὲ σὺν ἐμοὶ ὄντες τò μὲν φω̃ς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν του̃ λαλου̃ντός μοι
10 εἰ̃πον δέ τί ποιήσω κύριε ὁ δὲ κύριος εἰ̃πεν πρός με ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκει̃ σοι λαληθήσεται περὶ πάντων ὡ̃ν τέτακταί σοι ποιη̃σαι
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπò τη̃ς δόξης του̃ φωτòς ἐκείνου χειραγωγούμενος ὑπò τω̃ν συνόντων μοι ἠ̃λθον εἰς Δαμασκόν
12 ‘Ανανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τòν νόμον μαρτυρούμενος ὑπò πάντων τω̃ν κατοικούντων ’Ιουδαίων
13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἰ̃πέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἀνέβλεψα εἰς αὐτόν
14 ὁ δὲ εἰ̃πεν ὁ θεòς τω̃ν πατέρων ἡμω̃ν προεχειρίσατό σε γνω̃ναι τò θέλημα αὐτου̃ καὶ ἰδει̃ν τòν δίκαιον καὶ ἀκου̃σαι φωνὴν ἐκ του̃ στόματος αὐτου̃
15 ὅτι ἔση̨ μάρτυς αὐτω̨̃ πρòς πάντας ἀνθρώπους ὡ̃ν ἑώρακας καὶ ἤκουσας
16 καὶ νυ̃ν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τò ὄνομα αὐτου̃
17 ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ’Ιερουσαλὴμ καὶ προσευχομένου μου ἐν τω̨̃ ἱερω̨̃ γενέσθαι με ἐν ἐκστάσει
18 καὶ ἰδει̃ν αὐτòν λέγοντά μοι σπευ̃σον καὶ ἔξελθε ἐν τάχει ἐξ ’Ιερουσαλήμ διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμου̃
19 κἀγὼ εἰ̃πον κύριε αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ
20 καὶ ὅτε ἐξεχύννετο τò αἱ̃μα Στεφάνου του̃ μάρτυρός σου καὶ αὐτòς ἤμην ἐφεστὼς καὶ συνευδοκω̃ν καὶ φυλάσσων τὰ ἱμάτια τω̃ν ἀναιρούντων αὐτόν
21 καὶ εἰ̃πεν πρός με πορεύου ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελω̃ σε
22 ἤκουον δὲ αὐτου̃ ἄχρι τούτου του̃ λόγου καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν λέγοντες αἰ̃ρε ἀπò τη̃ς γη̃ς τòν τοιου̃τον οὐ γὰρ καθη̃κεν αὐτòν ζη̃ν
23 κραυγαζόντων τε αὐτω̃ν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτòν βαλλόντων εἰς τòν ἀέρα
24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτòν εἰς τὴν παρεμβολήν εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτòν ἵνα ἐπιγνω̨̃ δι' ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτω̨̃
25 ὡς δὲ προέτειναν αὐτòν τοι̃ς ἱμα̃σιν εἰ̃πεν πρòς τòν ἑστω̃τα ἑκατόνταρχον ὁ Παυ̃λος εἰ ἄνθρωπον ‘Ρωμαι̃ον καὶ ἀκατάκριτον ἔξεστιν ὑμι̃ν μαστίζειν
26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τω̨̃ χιλιάρχω̨ ἀπήγγειλεν λέγων τί μέλλεις ποιει̃ν ὁ γὰρ ἄνθρωπος οὑ̃τος ‘Ρωμαι̃ός ἐστιν
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἰ̃πεν αὐτω̨̃ λέγε μοι σὺ ‘Ρωμαι̃ος εἰ̃ ὁ δὲ ἔφη ναί
28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος ἐγὼ πολλου̃ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην ὁ δὲ Παυ̃λος ἔφη ἐγὼ δὲ καὶ γεγέννημαι
29 εὐθέως οὐ̃ν ἀπέστησαν ἀπ' αὐτου̃ οἱ μέλλοντες αὐτòν ἀνετάζειν καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι ‘Ρωμαι̃ός ἐστιν καὶ ὅτι αὐτòν ἠ̃ν δεδεκώς
30 τη̨̃ δὲ ἐπαύριον βουλόμενος γνω̃ναι τò ἀσφαλὲς τò τί κατηγορει̃ται ὑπò τω̃ν ’Ιουδαίων ἔλυσεν αὐτόν καὶ ἐκέλευσεν συνελθει̃ν τοὺς ἀρχιερει̃ς καὶ πα̃ν τò συνέδριον καὶ καταγαγὼν τòν Παυ̃λον ἔστησεν εἰς αὐτούς

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 23

ἀτενίσας δὲ ὁ Παυ̃λος τω̨̃ συνεδρίω̨ εἰ̃πεν ἄνδρες ἀδελφοί ἐγὼ πάση̨ συνειδήσει ἀγαθη̨̃ πεπολίτευμαι τω̨̃ θεω̨̃ ἄχρι ταύτης τη̃ς ἡμέρας
ὁ δὲ ἀρχιερεὺς ‘Ανανίας ἐπέταξεν τοι̃ς παρεστω̃σιν αὐτω̨̃ τύπτειν αὐτου̃ τò στόμα
τότε ὁ Παυ̃λος πρòς αὐτòν εἰ̃πεν τύπτειν σε μέλλει ὁ θεός τοι̃χε κεκονιαμένε καὶ σὺ κάθη̨ κρίνων με κατὰ τòν νόμον καὶ παρανομω̃ν κελεύεις με τύπτεσθαι
οἱ δὲ παρεστω̃τες εἰ̃παν τòν ἀρχιερέα του̃ θεου̃ λοιδορει̃ς
ἔφη τε ὁ Παυ̃λος οὐκ ἤ̨δειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι ἄρχοντα του̃ λαου̃ σου οὐκ ἐρει̃ς κακω̃ς
γνοὺς δὲ ὁ Παυ̃λος ὅτι τò ἓν μέρος ἐστὶν Σαδδουκαίων τò δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τω̨̃ συνεδρίω̨ ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαι̃ός εἰμι υἱòς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρω̃ν ἐγὼ κρίνομαι
του̃το δὲ αὐτου̃ εἰπόντος ἐγένετο στάσις τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τò πλη̃θος
Σαδδουκαι̃οι μὲν γὰρ λέγουσιν μὴ εἰ̃ναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνευ̃μα Φαρισαι̃οι δὲ ὁμολογου̃σιν τὰ ἀμφότερα
ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες τινὲς τω̃ν γραμματέων του̃ μέρους τω̃ν Φαρισαίων διεμάχοντο λέγοντες οὐδὲν κακòν εὑρίσκομεν ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ εἰ δὲ πνευ̃μα ἐλάλησεν αὐτω̨̃ ἢ ἄγγελος
10 πολλη̃ς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθη̨̃ ὁ Παυ̃λος ὑπ' αὐτω̃ν ἐκέλευσεν τò στράτευμα καταβὰν ἁρπάσαι αὐτòν ἐκ μέσου αὐτω̃ν ἄγειν τε εἰς τὴν παρεμβολήν
11 τη̨̃ δὲ ἐπιούση̨ νυκτὶ ἐπιστὰς αὐτω̨̃ ὁ κύριος εἰ̃πεν θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμου̃ εἰς ’Ιερουσαλὴμ οὕτω σε δει̃ καὶ εἰς ‘Ρώμην μαρτυρη̃σαι
12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ’Ιουδαι̃οι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγει̃ν μήτε πίειν ἕως οὑ̃ ἀποκτείνωσιν τòν Παυ̃λον
13 ἠ̃σαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
14 οἵτινες προσελθόντες τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς πρεσβυτέροις εἰ̃παν ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενòς γεύσασθαι ἕως οὑ̃ ἀποκτείνωμεν τòν Παυ̃λον
15 νυ̃ν οὐ̃ν ὑμει̃ς ἐμφανίσατε τω̨̃ χιλιάρχω̨ σὺν τω̨̃ συνεδρίω̨ ὅπως καταγάγη̨ αὐτòν εἰς ὑμα̃ς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτου̃ ἡμει̃ς δὲ πρò του̃ ἐγγίσαι αὐτòν ἕτοιμοί ἐσμεν του̃ ἀνελει̃ν αὐτόν
16 ἀκούσας δὲ ὁ υἱòς τη̃ς ἀδελφη̃ς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τω̨̃ Παύλω̨
17 προσκαλεσάμενος δὲ ὁ Παυ̃λος ἕνα τω̃ν ἑκατονταρχω̃ν ἔφη τòν νεανίαν του̃τον ἀπάγαγε πρòς τòν χιλίαρχον ἔχει γὰρ ἀπαγγει̃λαί τι αὐτω̨̃
18 ὁ μὲν οὐ̃ν παραλαβὼν αὐτòν ἤγαγεν πρòς τòν χιλίαρχον καὶ φησίν ὁ δέσμιος Παυ̃λος προσκαλεσάμενός με ἠρώτησεν του̃τον τòν νεανίσκον ἀγαγει̃ν πρòς σέ ἔχοντά τι λαλη̃σαί σοι
19 ἐπιλαβόμενος δὲ τη̃ς χειρòς αὐτου̃ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν ἐπυνθάνετο τί ἐστιν ὃ ἔχεις ἀπαγγει̃λαί μοι
20 εἰ̃πεν δὲ ὅτι οἱ ’Ιουδαι̃οι συνέθεντο του̃ ἐρωτη̃σαί σε ὅπως αὔριον τòν Παυ̃λον καταγάγη̨ς εἰς τò συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτου̃
21 σὺ οὐ̃ν μὴ πεισθη̨̃ς αὐτοι̃ς ἐνεδρεύουσιν γὰρ αὐτòν ἐξ αὐτω̃ν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγει̃ν μήτε πιει̃ν ἕως οὑ̃ ἀνέλωσιν αὐτόν καὶ νυ̃ν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπò σου̃ ἐπαγγελίαν
22 ὁ μὲν οὐ̃ν χιλίαρχος ἀπέλυσε τòν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλη̃σαι ὅτι ταυ̃τα ἐνεφάνισας πρός με
23 καὶ προσκαλεσάμενος δύο τινὰς τω̃ν ἑκατονταρχω̃ν εἰ̃πεν ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθω̃σιν ἕως Καισαρείας καὶ ἱππει̃ς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπò τρίτης ὥρας τη̃ς νυκτός
24 κτήνη τε παραστη̃σαι ἵνα ἐπιβιβάσαντες τòν Παυ̃λον διασώσωσι πρòς Φήλικα τòν ἡγεμόνα
25 γράψας ἐπιστολὴν ἔχουσαν τòν τύπον του̃τον
26 Κλαύδιος Λυσίας τω̨̃ κρατίστω̨ ἡγεμόνι Φήλικι χαίρειν
27 τòν ἄνδρα του̃τον συλλημφθέντα ὑπò τω̃ν ’Ιουδαίων καὶ μέλλοντα ἀναιρει̃σθαι ὑπ' αὐτω̃ν ἐπιστὰς σὺν τω̨̃ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι ‘Ρωμαι̃ός ἐστιν
28 βουλόμενός τε ἐπιγνω̃ναι τὴν αἰτίαν δι' ἣν ἐνεκάλουν αὐτω̨̃ κατήγαγον εἰς τò συνέδριον αὐτω̃ν
29 ὃν εὑ̃ρον ἐγκαλούμενον περὶ ζητημάτων του̃ νόμου αὐτω̃ν μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμω̃ν ἔχοντα ἔγκλημα
30 μηνυθείσης δέ μοι ἐπιβουλη̃ς εἰς τòν ἄνδρα ἔσεσθαι ἐξαυτη̃ς ἔπεμψα πρòς σέ παραγγείλας καὶ τοι̃ς κατηγόροις λέγειν τὰ πρòς αὐτòν ἐπὶ σου̃
31 οἱ μὲν οὐ̃ν στρατιω̃ται κατὰ τò διατεταγμένον αὐτοι̃ς ἀναλαβόντες τòν Παυ̃λον ἤγαγον διὰ νυκτòς εἰς τὴν ’Αντιπατρίδα
32 τη̨̃ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππει̃ς ἀπέρχεσθαι σὺν αὐτω̨̃ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τω̨̃ ἡγεμόνι παρέστησαν καὶ τòν Παυ̃λον αὐτω̨̃
34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπò Κιλικίας
35 διακούσομαί σου ἔφη ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται κελεύσας ἐν τω̨̃ πραιτωρίω̨ του̃ ‘Ηρώ̨δου φυλάσσεσθαι αὐτόν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 24

μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς ‘Ανανίας μετὰ πρεσβυτέρων τινω̃ν καὶ ῥήτορος Τερτύλλου τινός οἵτινες ἐνεφάνισαν τω̨̃ ἡγεμόνι κατὰ του̃ Παύλου
κληθέντος δὲ αὐτου̃ ἤρξατο κατηγορει̃ν ὁ Τέρτυλλος λέγων πολλη̃ς εἰρήνης τυγχάνοντες διὰ σου̃ καὶ διορθωμάτων γινομένων τω̨̃ ἔθνει τούτω̨ διὰ τη̃ς ση̃ς προνοίας
πάντη̨ τε καὶ πανταχου̃ ἀποδεχόμεθα κράτιστε φη̃λιξ μετὰ πάσης εὐχαριστίας
ἵνα δὲ μὴ ἐπὶ πλει̃όν σε ἐγκόπτω παρακαλω̃ ἀκου̃σαί σε ἡμω̃ν συντόμως τη̨̃ ση̨̃ ἐπιεικεία̨
εὑρόντες γὰρ τòν ἄνδρα του̃τον λοιμòν καὶ κινου̃ντα στάσεις πα̃σιν τοι̃ς ’Ιουδαίοις τοι̃ς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τη̃ς τω̃ν Ναζωραίων αἱρέσεως
ὃς καὶ τò ἱερòν ἐπείρασεν βεβηλω̃σαι ὃν καὶ ἐκρατήσαμεν
...
παρ' οὑ̃ δυνήση̨ αὐτòς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνω̃ναι ὡ̃ν ἡμει̃ς κατηγορου̃μεν αὐτου̃
συνεπέθεντο δὲ καὶ οἱ ’Ιουδαι̃οι φάσκοντες ταυ̃τα οὕτως ἔχειν
10 ἀπεκρίθη τε ὁ Παυ̃λος νεύσαντος αὐτω̨̃ του̃ ἡγεμόνος λέγειν ἐκ πολλω̃ν ἐτω̃ν ὄντα σε κριτὴν τω̨̃ ἔθνει τούτω̨ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτου̃ ἀπολογου̃μαι
11 δυναμένου σου ἐπιγνω̃ναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ' ἡ̃ς ἀνέβην προσκυνήσων εἰς ’Ιερουσαλήμ
12 καὶ οὔτε ἐν τω̨̃ ἱερω̨̃ εὑ̃ρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιου̃ντα ὄχλου οὔτε ἐν ται̃ς συναγωγαι̃ς οὔτε κατὰ τὴν πόλιν
13 οὐδὲ παραστη̃σαι δύνανταί σοι περὶ ὡ̃ν νυνὶ κατηγορου̃σίν μου
14 ὁμολογω̃ δὲ του̃τό σοι ὅτι κατὰ τὴν ὁδòν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τω̨̃ πατρώ̨ω̨ θεω̨̃ πιστεύων πα̃σι τοι̃ς κατὰ τòν νόμον καὶ τοι̃ς ἐν τοι̃ς προφήταις γεγραμμένοις
15 ἐλπίδα ἔχων εἰς τòν θεόν ἣν καὶ αὐτοὶ οὑ̃τοι προσδέχονται ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων
16 ἐν τούτω̨ καὶ αὐτòς ἀσκω̃ ἀπρόσκοπον συνείδησιν ἔχειν πρòς τòν θεòν καὶ τοὺς ἀνθρώπους διὰ παντός
17 δι' ἐτω̃ν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τò ἔθνος μου παρεγενόμην καὶ προσφοράς
18 ἐν αἱ̃ς εὑ̃ρόν με ἡγνισμένον ἐν τω̨̃ ἱερω̨̃ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου
19 τινὲς δὲ ἀπò τη̃ς ’Ασίας ’Ιουδαι̃οι οὓς ἔδει ἐπὶ σου̃ παρει̃ναι καὶ κατηγορει̃ν εἴ τι ἔχοιεν πρòς ἐμέ
20 ἢ αὐτοὶ οὑ̃τοι εἰπάτωσαν τί εὑ̃ρον ἀδίκημα στάντος μου ἐπὶ του̃ συνεδρίου
21 ἢ περὶ μια̃ς ταύτης φωνη̃ς ἡ̃ς ἐκέκραξα ἐν αὐτοι̃ς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρω̃ν ἐγὼ κρίνομαι σήμερον ἐφ' ὑμω̃ν
22 ἀνεβάλετο δὲ αὐτοὺς ὁ φη̃λιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τη̃ς ὁδου̃ εἴπας ὅταν Λυσίας ὁ χιλίαρχος καταβη̨̃ διαγνώσομαι τὰ καθ' ὑμα̃ς
23 διαταξάμενος τω̨̃ ἑκατοντάρχη̨ τηρει̃σθαι αὐτòν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τω̃ν ἰδίων αὐτου̃ ὑπηρετει̃ν αὐτω̨̃
24 μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φη̃λιξ σὺν Δρουσίλλη̨ τη̨̃ ἰδία̨ γυναικὶ οὔση̨ ’Ιουδαία̨ μετεπέμψατο τòν Παυ̃λον καὶ ἤκουσεν αὐτου̃ περὶ τη̃ς εἰς Χριστòν ’Ιησου̃ν πίστεως
25 διαλεγομένου δὲ αὐτου̃ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ του̃ κρίματος του̃ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φη̃λιξ ἀπεκρίθη τò νυ̃ν ἔχον πορεύου καιρòν δὲ μεταλαβὼν μετακαλέσομαί σε
26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτω̨̃ ὑπò του̃ Παύλου διò καὶ πυκνότερον αὐτòν μεταπεμπόμενος ὡμίλει αὐτω̨̃
27 διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φη̃λιξ Πόρκιον Φη̃στον θέλων τε χάριτα καταθέσθαι τοι̃ς ’Ιουδαίοις ὁ Φη̃λιξ κατέλιπε τòν Παυ̃λον δεδεμένον

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 25

Φη̃στος οὐ̃ν ἐπιβὰς τη̨̃ ἐπαρχεία̨ μετὰ τρει̃ς ἡμέρας ἀνέβη εἰς ‘Ιεροσόλυμα ἀπò Καισαρείας
ἐνεφάνισάν τε αὐτω̨̃ οἱ ἀρχιερει̃ς καὶ οἱ πρω̃τοι τω̃ν ’Ιουδαίων κατὰ του̃ Παύλου καὶ παρεκάλουν αὐτòν
αἰτούμενοι χάριν κατ' αὐτου̃ ὅπως μεταπέμψηται αὐτòν εἰς ’Ιερουσαλήμ ἐνέδραν ποιου̃ντες ἀνελει̃ν αὐτòν κατὰ τὴν ὁδόν
ὁ μὲν οὐ̃ν Φη̃στος ἀπεκρίθη τηρει̃σθαι τòν Παυ̃λον εἰς Καισάρειαν ἑαυτòν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι
οἱ οὐ̃ν ἐν ὑμι̃ν φησίν δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τω̨̃ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτου̃
διατρίψας δὲ ἐν αὐτοι̃ς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα καταβὰς εἰς Καισάρειαν τη̨̃ ἐπαύριον καθίσας ἐπὶ του̃ βήματος ἐκέλευσεν τòν Παυ̃λον ἀχθη̃ναι
παραγενομένου δὲ αὐτου̃ περιέστησαν αὐτòν οἱ ἀπò ‘Ιεροσολύμων καταβεβηκότες ’Ιουδαι̃οι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδει̃ξαι
του̃ Παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τòν νόμον τω̃ν ’Ιουδαίων οὔτε εἰς τò ἱερòν οὔτε εἰς Καίσαρά τι ἥμαρτον
ὁ Φη̃στος δὲ θέλων τοι̃ς ’Ιουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τω̨̃ Παύλω̨ εἰ̃πεν θέλεις εἰς ‘Ιεροσόλυμα ἀναβὰς ἐκει̃ περὶ τούτων κριθη̃ναι ἐπ' ἐμου̃
10 εἰ̃πεν δὲ ὁ Παυ̃λος ἐπὶ του̃ βήματος Καίσαρός ἑστώς εἰμι οὑ̃ με δει̃ κρίνεσθαι ’Ιουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις
11 εἰ μὲν οὐ̃ν ἀδικω̃ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παραιτου̃μαι τò ἀποθανει̃ν εἰ δὲ οὐδέν ἐστιν ὡ̃ν οὑ̃τοι κατηγορου̃σίν μου οὐδείς με δύναται αὐτοι̃ς χαρίσασθαι Καίσαρα ἐπικαλου̃μαι
12 τότε ὁ Φη̃στος συλλαλήσας μετὰ του̃ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπικέκλησαι ἐπὶ Καίσαρα πορεύση̨
13 ἡμερω̃ν δὲ διαγενομένων τινω̃ν ’Αγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τòν Φη̃στον
14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκει̃ ὁ Φη̃στος τω̨̃ βασιλει̃ ἀνέθετο τὰ κατὰ τòν Παυ̃λον λέγων ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπò Φήλικος δέσμιος
15 περὶ οὑ̃ γενομένου μου εἰς ‘Ιεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι τω̃ν ’Ιουδαίων αἰτούμενοι κατ' αὐτου̃ καταδίκην
16 πρòς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ‘Ρωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ του̃ ἐγκλήματος
17 συνελθόντων οὐ̃ν αὐτω̃ν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τη̨̃ ἑξη̃ς καθίσας ἐπὶ του̃ βήματος ἐκέλευσα ἀχθη̃ναι τòν ἄνδρα
18 περὶ οὑ̃ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὡ̃ν ἐγὼ ὑπενόουν πονηρω̃ν
19 ζητήματα δέ τινα περὶ τη̃ς ἰδίας δεισιδαιμονίας εἰ̃χον πρòς αὐτòν καὶ περί τινος ’Ιησου̃ τεθνηκότος ὃν ἔφασκεν ὁ Παυ̃λος ζη̃ν
20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ‘Ιεροσόλυμα κἀκει̃ κρίνεσθαι περὶ τούτων
21 του̃ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθη̃ναι αὐτòν εἰς τὴν του̃ Σεβαστου̃ διάγνωσιν ἐκέλευσα τηρει̃σθαι αὐτòν ἕως οὑ̃ ἀναπέμψω αὐτòν πρòς Καίσαρα
22 ’Αγρίππας δὲ πρòς τòν Φη̃στον ἐβουλόμην καὶ αὐτòς του̃ ἀνθρώπου ἀκου̃σαι αὔριον φησίν ἀκούση̨ αὐτου̃
23 τη̨̃ οὐ̃ν ἐπαύριον ἐλθόντος του̃ ’Αγρίππα καὶ τη̃ς Βερνίκης μετὰ πολλη̃ς φαντασίας καὶ εἰσελθόντων εἰς τò ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοι̃ς κατ' ἐξοχὴν τη̃ς πόλεως καὶ κελεύσαντος του̃ Φήστου ἤχθη ὁ Παυ̃λος
24 καί φησιν ὁ Φη̃στος ’Αγρίππα βασιλευ̃ καὶ πάντες οἱ συμπαρόντες ἡμι̃ν ἄνδρες θεωρει̃τε του̃τον περὶ οὑ̃ ἅπαν τò πλη̃θος τω̃ν ’Ιουδαίων ἐνέτυχόν μοι ἔν τε ‘Ιεροσολύμοις καὶ ἐνθάδε βοω̃ντες μὴ δει̃ν αὐτòν ζη̃ν μηκέτι
25 ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτòν θανάτου πεπραχέναι αὐτου̃ δὲ τούτου ἐπικαλεσαμένου τòν Σεβαστòν ἔκρινα πέμπειν
26 περὶ οὑ̃ ἀσφαλές τι γράψαι τω̨̃ κυρίω̨ οὐκ ἔχω διò προήγαγον αὐτòν ἐφ' ὑμω̃ν καὶ μάλιστα ἐπὶ σου̃ βασιλευ̃ ’Αγρίππα ὅπως τη̃ς ἀνακρίσεως γενομένης σχω̃ τί γράψω
27 ἄλογον γάρ μοι δοκει̃ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτου̃ αἰτίας σημα̃ναι

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 26

’Αγρίππας δὲ πρòς τòν Παυ̃λον ἔφη ἐπιτρέπεταί σοι περὶ σεαυτου̃ λέγειν τότε ὁ Παυ̃λος ἐκτείνας τὴν χει̃ρα ἀπελογει̃το
περὶ πάντων ὡ̃ν ἐγκαλου̃μαι ὑπò ’Ιουδαίων βασιλευ̃ ’Αγρίππα ἥγημαι ἐμαυτòν μακάριον ἐπὶ σου̃ μέλλων σήμερον ἀπολογει̃σθαι
μάλιστα γνώστην ὄντα σε πάντων τω̃ν κατὰ ’Ιουδαίους ἐθω̃ν τε καὶ ζητημάτων διò δέομαι μακροθύμως ἀκου̃σαί μου
τὴν μὲν οὐ̃ν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ' ἀρχη̃ς γενομένην ἐν τω̨̃ ἔθνει μου ἔν τε ‘Ιεροσολύμοις ἴσασι πάντες οἱ ’Ιουδαι̃οι
προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσι μαρτυρει̃ν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τη̃ς ἡμετέρας θρησκείας ἔζησα Φαρισαι̃ος
καὶ νυ̃ν ἐπ' ἐλπίδι τη̃ς εἰς τοὺς πατέρας ἡμω̃ν ἐπαγγελίας γενομένης ὑπò του̃ θεου̃ ἕστηκα κρινόμενος
εἰς ἣν τò δωδεκάφυλον ἡμω̃ν ἐν ἐκτενεία̨ νύκτα καὶ ἡμέραν λατρευ̃ον ἐλπίζει καταντη̃σαι περὶ ἡ̃ς ἐλπίδος ἐγκαλου̃μαι ὑπò ’Ιουδαίων βασιλευ̃
τί ἄπιστον κρίνεται παρ' ὑμι̃ν εἰ ὁ θεòς νεκροὺς ἐγείρει
ἐγὼ μὲν οὐ̃ν ἔδοξα ἐμαυτω̨̃ πρòς τò ὄνομα ’Ιησου̃ του̃ Ναζωραίου δει̃ν πολλὰ ἐναντία πρα̃ξαι
10 ὃ καὶ ἐποίησα ἐν ‘Ιεροσολύμοις καὶ πολλούς τε τω̃ν ἁγίων ἐγὼ ἐν φυλακαι̃ς κατέκλεισα τὴν παρὰ τω̃ν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτω̃ν κατήνεγκα ψη̃φον
11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρω̃ν αὐτοὺς ἠνάγκαζον βλασφημει̃ν περισσω̃ς τε ἐμμαινόμενος αὐτοι̃ς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
12 ἐν οἱ̃ς πορευόμενος εἰς τὴν Δαμασκòν μετ' ἐξουσίας καὶ ἐπιτροπη̃ς τη̃ς τω̃ν ἀρχιερέων
13 ἡμέρας μέσης κατὰ τὴν ὁδòν εἰ̃δον βασιλευ̃ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα του̃ ἡλίου περιλάμψαν με φω̃ς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
14 πάντων τε καταπεσόντων ἡμω̃ν εἰς τὴν γη̃ν ἤκουσα φωνὴν λέγουσαν πρός με τη̨̃ ‘Εβραΐδι διαλέκτω̨ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι πρòς κέντρα λακτίζειν
15 ἐγὼ δὲ εἰ̃πα τίς εἰ̃ κύριε ὁ δὲ κύριος εἰ̃πεν ἐγώ εἰμι ’Ιησου̃ς ὃν σὺ διώκεις
16 ἀλλὰ ἀνάστηθι καὶ στη̃θι ἐπὶ τοὺς πόδας σου εἰς του̃το γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὡ̃ν τε εἰ̃δές με ὡ̃ν τε ὀφθήσομαί σοι
17 ἐξαιρούμενός σε ἐκ του̃ λαου̃ καὶ ἐκ τω̃ν ἐθνω̃ν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18 ἀνοι̃ξαι ὀφθαλμοὺς αὐτω̃ν του̃ ἐπιστρέψαι ἀπò σκότους εἰς φω̃ς καὶ τη̃ς ἐξουσίας του̃ Σατανα̃ ἐπὶ τòν θεόν του̃ λαβει̃ν αὐτοὺς ἄφεσιν ἁμαρτιω̃ν καὶ κλη̃ρον ἐν τοι̃ς ἡγιασμένοις πίστει τη̨̃ εἰς ἐμέ
19 ὅθεν βασιλευ̃ ’Αγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τη̨̃ οὐρανίω̨ ὀπτασία̨
20 ἀλλὰ τοι̃ς ἐν Δαμασκω̨̃ πρω̃τόν τε καὶ ‘Ιεροσολύμοις πα̃σάν τε τὴν χώραν τη̃ς ’Ιουδαίας καὶ τοι̃ς ἔθνεσιν ἀπήγγελλον μετανοει̃ν καὶ ἐπιστρέφειν ἐπὶ τòν θεόν ἄξια τη̃ς μετανοίας ἔργα πράσσοντας
21 ἕνεκα τούτων με ’Ιουδαι̃οι συλλαβόμενοι ὄντα ἐν τω̨̃ ἱερω̨̃ ἐπειρω̃ντο διαχειρίσασθαι
22 ἐπικουρίας οὐ̃ν τυχὼν τη̃ς ἀπò του̃ θεου̃ ἄχρι τη̃ς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρω̨̃ τε καὶ μεγάλω̨ οὐδὲν ἐκτòς λέγων ὡ̃ν τε οἱ προφη̃ται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋση̃ς
23 εἰ παθητòς ὁ Χριστός εἰ πρω̃τος ἐξ ἀναστάσεως νεκρω̃ν φω̃ς μέλλει καταγγέλλειν τω̨̃ τε λαω̨̃ καὶ τοι̃ς ἔθνεσιν
24 ταυ̃τα δὲ αὐτου̃ ἀπολογουμένου ὁ Φη̃στος μεγάλη̨ τη̨̃ φωνη̨̃ φησιν μαίνη̨ Παυ̃λε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
25 ὁ δὲ Παυ̃λος οὐ μαίνομαι φησίν κράτιστε Φη̃στε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς πρòς ὃν καὶ παρρησιαζόμενος λαλω̃ λανθάνειν γὰρ αὐτòν τι τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνία̨ πεπραγμένον του̃το
27 πιστεύεις βασιλευ̃ ’Αγρίππα τοι̃ς προφήταις οἰ̃δα ὅτι πιστεύεις
28 ὁ δὲ ’Αγρίππας πρòς τòν Παυ̃λον ἐν ὀλίγω̨ με πείθεις Χριστιανòν ποιη̃σαι
29 ὁ δὲ Παυ̃λος εὐξαίμην ἂν τω̨̃ θεω̨̃ καὶ ἐν ὀλίγω̨ καὶ ἐν μεγάλω̨ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποι̃ος καὶ ἐγώ εἰμι παρεκτòς τω̃ν δεσμω̃ν τούτων
30 ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοι̃ς
31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρòς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμω̃ν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὑ̃τος
32 ’Αγρίππας δὲ τω̨̃ Φήστω̨ ἔφη ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὑ̃τος εἰ μὴ ἐπεκέκλητο Καίσαρα

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 27

ὡς δὲ ἐκρίθη του̃ ἀποπλει̃ν ἡμα̃ς εἰς τὴν ’Ιταλίαν παρεδίδουν τόν τε Παυ̃λον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχη̨ ὀνόματι ’Ιουλίω̨ σπείρης Σεβαστη̃ς
ἐπιβάντες δὲ πλοίω̨ ’Αδραμυττηνω̨̃ μέλλοντι πλει̃ν εἰς τοὺς κατὰ τὴν ’Ασίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμι̃ν ’Αριστάρχου Μακεδόνος Θεσσαλονικέως
τη̨̃ τε ἑτέρα̨ κατήχθημεν εἰς Σιδω̃να φιλανθρώπως τε ὁ ’Ιούλιος τω̨̃ Παύλω̨ χρησάμενος ἐπέτρεψεν πρòς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχει̃ν
κἀκει̃θεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τò τοὺς ἀνέμους εἰ̃ναι ἐναντίους
τό τε πέλαγος τò κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τη̃ς Λυκίας
κἀκει̃ εὑρὼν ὁ ἑκατοντάρχης πλοι̃ον ’Αλεξανδρι̃νον πλέον εἰς τὴν ’Ιταλίαν ἐνεβίβασεν ἡμα̃ς εἰς αὐτό
ἐν ἱκαναι̃ς δὲ ἡμέραις βραδυπλοου̃ντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον μὴ προσεω̃ντος ἡμα̃ς του̃ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην
μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ὡ̨̃ ἐγγὺς πόλις ἠ̃ν Λασαία
ἱκανου̃ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλου̃ς του̃ πλοòς διὰ τò καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρή̨νει ὁ Παυ̃λος
10 λέγων αὐτοι̃ς ἄνδρες θεωρω̃ ὅτι μετὰ ὕβρεως καὶ πολλη̃ς ζημίας οὐ μόνον του̃ φορτίου καὶ του̃ πλοίου ἀλλὰ καὶ τω̃ν ψυχω̃ν ἡμω̃ν μέλλειν ἔσεσθαι τòν πλου̃ν
11 ὁ δὲ ἑκατοντάρχης τω̨̃ κυβερνήτη̨ καὶ τω̨̃ ναυκλήρω̨ μα̃λλον ἐπείθετο ἢ τοι̃ς ὑπò Παύλου λεγομένοις
12 ἀνευθέτου δὲ του̃ λιμένος ὑπάρχοντος πρòς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθη̃ναι ἐκει̃θεν εἴ πως δύναιντο καταντήσαντες εἰς φοίνικα παραχειμάσαι λιμένα τη̃ς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χω̃ρον
13 ὑποπνεύσαντος δὲ νότου δόξαντες τη̃ς προθέσεως κεκρατηκέναι ἄραντες ἀ̃σσον παρελέγοντο τὴν Κρήτην
14 μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτη̃ς ἄνεμος τυφωνικòς ὁ καλούμενος εὐρακύλων
15 συναρπασθέντος δὲ του̃ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμει̃ν τω̨̃ ἀνέμω̨ ἐπιδόντες ἐφερόμεθα
16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καυ̃δα ἰσχύσαμεν μόλις περικρατει̃ς γενέσθαι τη̃ς σκάφης
17 ἣν ἄραντες βοηθείαις ἐχρω̃ντο ὑποζωννύντες τò πλοι̃ον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαντες τò σκευ̃ος οὕτως ἐφέροντο
18 σφοδρω̃ς δὲ χειμαζομένων ἡμω̃ν τη̨̃ ἑξη̃ς ἐκβολὴν ἐποιου̃ντο
19 καὶ τη̨̃ τρίτη̨ αὐτόχειρες τὴν σκευὴν του̃ πλοίου ἔρριψαν
20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας χειμω̃νός τε οὐκ ὀλίγου ἐπικειμένου λοιπòν περιη̨ρει̃το ἐλπὶς πα̃σα του̃ σώ̨ζεσθαι ἡμα̃ς
21 πολλη̃ς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παυ̃λος ἐν μέσω̨ αὐτω̃ν εἰ̃πεν ἔδει μέν ὠ̃ ἄνδρες πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπò τη̃ς Κρήτης κερδη̃σαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
22 καὶ τὰ νυ̃ν παραινω̃ ὑμα̃ς εὐθυμει̃ν ἀποβολὴ γὰρ ψυχη̃ς οὐδεμία ἔσται ἐξ ὑμω̃ν πλὴν του̃ πλοίου
23 παρέστη γάρ μοι ταύτη̨ τη̨̃ νυκτὶ του̃ θεου̃ οὑ̃ εἰμι ἐγώ ὡ̨̃ καὶ λατρεύω ἄγγελος
24 λέγων μὴ φοβου̃ Παυ̃λε Καίσαρί σε δει̃ παραστη̃ναι καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεòς πάντας τοὺς πλέοντας μετὰ σου̃
25 διò εὐθυμει̃τε ἄνδρες πιστεύω γὰρ τω̨̃ θεω̨̃ ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι
26 εἰς νη̃σον δέ τινα δει̃ ἡμα̃ς ἐκπεσει̃ν
27 ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμω̃ν ἐν τω̨̃ ’Αδρία̨ κατὰ μέσον τη̃ς νυκτòς ὑπενόουν οἱ ναυ̃ται προσάγειν τινὰ αὐτοι̃ς χώραν
28 καὶ βολίσαντες εὑ̃ρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὑ̃ρον ὀργυιὰς δεκαπέντε
29 φοβούμενοί τε μή που κατὰ τραχει̃ς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι
30 τω̃ν δὲ ναυτω̃ν ζητούντων φυγει̃ν ἐκ του̃ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρώ̨ρης ἀγκύρας μελλόντων ἐκτείνειν
31 εἰ̃πεν ὁ Παυ̃λος τω̨̃ ἑκατοντάρχη̨ καὶ τοι̃ς στρατιώταις ἐὰν μὴ οὑ̃τοι μείνωσιν ἐν τω̨̃ πλοίω̨ ὑμει̃ς σωθη̃ναι οὐ δύνασθε
32 τότε ἀπέκοψαν οἱ στρατιω̃ται τὰ σχοινία τη̃ς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσει̃ν
33 ἄχρι δὲ οὑ̃ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει ὁ Παυ̃λος ἅπαντας μεταλαβει̃ν τροφη̃ς λέγων τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκω̃ντες ἄσιτοι διατελει̃τε μηθὲν προσλαβόμενοι
34 διò παρακαλω̃ ὑμα̃ς μεταλαβει̃ν τροφη̃ς του̃το γὰρ πρòς τη̃ς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενòς γὰρ ὑμω̃ν θρὶξ ἀπò τη̃ς κεφαλη̃ς ἀπολει̃ται
35 εἴπας δὲ ταυ̃τα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τω̨̃ θεω̨̃ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν
36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφη̃ς
37 ἤμεθα δὲ αἱ πα̃σαι ψυχαὶ ἐν τω̨̃ πλοίω̨ διακόσιαι ἑβδομήκοντα ἕξ
38 κορεσθέντες δὲ τροφη̃ς ἐκούφιζον τò πλοι̃ον ἐκβαλλόμενοι τòν σι̃τον εἰς τὴν θάλασσαν
39 ὅτε δὲ ἡμέρα ἐγένετο τὴν γη̃ν οὐκ ἐπεγίνωσκον κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλòν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξω̃σαι τò πλοι̃ον
40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τω̃ν πηδαλίων καὶ ἐπάραντες τòν ἀρτέμωνα τη̨̃ πνεούση̨ κατει̃χον εἰς τòν αἰγιαλόν
41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναυ̃ν καὶ ἡ μὲν πρω̨̃ρα ἐρείσασα ἔμεινεν ἀσάλευτος ἡ δὲ πρύμνα ἐλύετο ὑπò τη̃ς βίας τω̃ν κυμάτων
42 τω̃ν δὲ στρατιωτω̃ν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν μή τις ἐκκολυμβήσας διαφύγη̨
43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασω̃σαι τòν Παυ̃λον ἐκώλυσεν αὐτοὺς του̃ βουλήματος ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβα̃ν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γη̃ν ἐξιέναι
44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τω̃ν ἀπò του̃ πλοίου καὶ οὕτως ἐγένετο πάντας διασωθη̃ναι ἐπὶ τὴν γη̃ν

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 28

καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νη̃σος καλει̃ται
οἵ τε βάρβαροι παρει̃χον οὐ τὴν τυχου̃σαν φιλανθρωπίαν ἡμι̃ν ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμα̃ς διὰ τòν ὑετòν τòν ἐφεστω̃τα καὶ διὰ τò ψυ̃χος
συστρέψαντος δὲ του̃ Παύλου φρυγάνων τι πλη̃θος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν ἔχιδνα ἀπò τη̃ς θέρμης ἐξελθου̃σα καθη̃ψεν τη̃ς χειρòς αὐτου̃
ὡς δὲ εἰ̃δον οἱ βάρβαροι κρεμάμενον τò θηρίον ἐκ τη̃ς χειρòς αὐτου̃ πρòς ἀλλήλους ἔλεγον πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὑ̃τος ὃν διασωθέντα ἐκ τη̃ς θαλάσσης ἡ δίκη ζη̃ν οὐκ εἴασεν
ὁ μὲν οὐ̃ν ἀποτινάξας τò θηρίον εἰς τò πυ̃ρ ἔπαθεν οὐδὲν κακόν
οἱ δὲ προσεδόκων αὐτòν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν ἐπὶ πολὺ δὲ αὐτω̃ν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτòν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτòν εἰ̃ναι θεόν
ἐν δὲ τοι̃ς περὶ τòν τόπον ἐκει̃νον ὑπη̃ρχεν χωρία τω̨̃ πρώτω̨ τη̃ς νήσου ὀνόματι Ποπλίω̨ ὃς ἀναδεξάμενος ἡμα̃ς τρει̃ς ἡμέρας φιλοφρόνως ἐξένισεν
ἐγένετο δὲ τòν πατέρα του̃ Ποπλίου πυρετοι̃ς καὶ δυσεντερίω̨ συνεχόμενον κατακει̃σθαι πρòς ὃν ὁ Παυ̃λος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χει̃ρας αὐτω̨̃ ἰάσατο αὐτόν
τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τη̨̃ νήσω̨ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο
10 οἳ καὶ πολλαι̃ς τιμαι̃ς ἐτίμησαν ἡμα̃ς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρòς τὰς χρείας
11 μετὰ δὲ τρει̃ς μη̃νας ἀνήχθημεν ἐν πλοίω̨ παρακεχειμακότι ἐν τη̨̃ νήσω̨ ’Αλεξανδρίνω̨ παρασήμω̨ Διοσκούροις
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρει̃ς
13 ὅθεν περιελόντες κατηντήσαμεν εἰς ‘Ρήγιον καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραι̃οι ἤλθομεν εἰς Ποτιόλους
14 οὑ̃ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ' αὐτοι̃ς ἐπιμει̃ναι ἡμέρας ἑπτά καὶ οὕτως εἰς τὴν ‘Ρώμην ἤλθαμεν
15 κἀκει̃θεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμω̃ν ἠ̃λθαν εἰς ἀπάντησιν ἡμι̃ν ἄχρι ’Αππίου Φόρου καὶ Τριω̃ν Ταβερνω̃ν οὓς ἰδὼν ὁ Παυ̃λος εὐχαριστήσας τω̨̃ θεω̨̃ ἔλαβε θάρσος
16 ὅτε δὲ εἰσήλθομεν εἰς ‘Ρώμην ἐπετράπη τω̨̃ Παύλω̨ μένειν καθ' ἑαυτòν σὺν τω̨̃ φυλάσσοντι αὐτòν στρατιώτη̨
17 ἐγένετο δὲ μετὰ ἡμέρας τρει̃ς συγκαλέσασθαι αὐτòν τοὺς ὄντας τω̃ν ’Ιουδαίων πρώτους συνελθόντων δὲ αὐτω̃ν ἔλεγεν πρòς αὐτούς ἐγώ ἄνδρες ἀδελφοί οὐδὲν ἐναντίον ποιήσας τω̨̃ λαω̨̃ ἢ τοι̃ς ἔθεσι τοι̃ς πατρώ̨οις δέσμιος ἐξ ‘Ιεροσολύμων παρεδόθην εἰς τὰς χει̃ρας τω̃ν ‘Ρωμαίων
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολυ̃σαι διὰ τò μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί
19 ἀντιλεγόντων δὲ τω̃ν ’Ιουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς του̃ ἔθνους μου ἔχων τι κατηγορει̃ν
20 διὰ ταύτην οὐ̃ν τὴν αἰτίαν παρεκάλεσα ὑμα̃ς ἰδει̃ν καὶ προσλαλη̃σαι ἕνεκεν γὰρ τη̃ς ἐλπίδος του̃ ’Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι
21 οἱ δὲ πρòς αὐτòν εἰ̃παν ἡμει̃ς οὔτε γράμματα περὶ σου̃ ἐδεξάμεθα ἀπò τη̃ς ’Ιουδαίας οὔτε παραγενόμενός τις τω̃ν ἀδελφω̃ν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σου̃ πονηρόν
22 ἀξιου̃μεν δὲ παρὰ σου̃ ἀκου̃σαι ἃ φρονει̃ς περὶ μὲν γὰρ τη̃ς αἱρέσεως ταύτης γνωστòν ἡμι̃ν ἐστιν ὅτι πανταχου̃ ἀντιλέγεται
23 ταξάμενοι δὲ αὐτω̨̃ ἡμέραν ἠ̃λθον πρòς αὐτòν εἰς τὴν ξενίαν πλείονες οἱ̃ς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν του̃ θεου̃ πείθων τε αὐτοὺς περὶ του̃ ’Ιησου̃ ἀπό τε του̃ νόμου Μωϋσέως καὶ τω̃ν προφητω̃ν ἀπò πρωΐ ἕως ἑσπέρας
24 καὶ οἱ μὲν ἐπείθοντο τοι̃ς λεγομένοις οἱ δὲ ἠπίστουν
25 ἀσύμφωνοι δὲ ὄντες πρòς ἀλλήλους ἀπελύοντο εἰπόντος του̃ Παύλου ῥη̃μα ἓν ὅτι καλω̃ς τò πνευ̃μα τò ἅγιον ἐλάλησεν διὰ ’Ησαΐου του̃ προφήτου πρòς τοὺς πατέρας ὑμω̃ν
26 λέγων πορεύθητι πρòς τòν λαòν του̃τον καὶ εἰπόν ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
27 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς
28 γνωστòν οὐ̃ν ἔστω ὑμι̃ν ὅτι τοι̃ς ἔθνεσιν ἀπεστάλη του̃το τò σωτήριον του̃ θεου̃ αὐτοὶ καὶ ἀκούσονται
29 ...
30 ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίω̨ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρòς αὐτόν
31 κηρύσσων τὴν βασιλείαν του̃ θεου̃ καὶ διδάσκων τὰ περὶ του̃ κυρίου ’Ιησου̃ Χριστου̃ μετὰ πάσης παρρησίας ἀκωλύτως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.