Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 1

τòν μὲν πρω̃τον λόγον ἐποιησάμην περὶ πάντων ὠ̃ Θεόφιλε ὡ̃ν ἤρξατο ὁ ’Ιησου̃ς ποιει̃ν τε καὶ διδάσκειν
ἄχρι ἡ̃ς ἡμέρας ἐντειλάμενος τοι̃ς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη
οἱ̃ς καὶ παρέστησεν ἑαυτòν ζω̃ντα μετὰ τò παθει̃ν αὐτòν ἐν πολλοι̃ς τεκμηρίοις δι' ἡμερω̃ν τεσσεράκοντα ὀπτανόμενος αὐτοι̃ς καὶ λέγων τὰ περὶ τη̃ς βασιλείας του̃ θεου̃
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοι̃ς ἀπò ‘Ιεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν του̃ πατρòς ἣν ἠκούσατέ μου
ὅτι ’Ιωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμει̃ς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίω̨ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας
οἱ μὲν οὐ̃ν συνελθόντες ἠρώτων αὐτòν λέγοντες κύριε εἰ ἐν τω̨̃ χρόνω̨ τούτω̨ ἀποκαθιστάνεις τὴν βασιλείαν τω̨̃ ’Ισραήλ
εἰ̃πεν δὲ πρòς αὐτούς οὐχ ὑμω̃ν ἐστιν γνω̃ναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τη̨̃ ἰδία̨ ἐξουσία̨
ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος του̃ ἁγίου πνεύματος ἐφ' ὑμα̃ς καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε ’Ιερουσαλὴμ καὶ ἐν πάση̨ τη̨̃ ’Ιουδαία̨ καὶ Σαμαρεία̨ καὶ ἕως ἐσχάτου τη̃ς γη̃ς
καὶ ταυ̃τα εἰπὼν βλεπόντων αὐτω̃ν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτòν ἀπò τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν
10 καὶ ὡς ἀτενίζοντες ἠ̃σαν εἰς τòν οὐρανòν πορευομένου αὐτου̃ καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοι̃ς ἐν ἐσθήσεσι λευκαι̃ς
11 οἳ καὶ εἰ̃παν ἄνδρες Γαλιλαι̃οι τί ἑστήκατε ἐμβλέποντες εἰς τòν οὐρανόν οὑ̃τος ὁ ’Ιησου̃ς ὁ ἀναλημφθεὶς ἀφ' ὑμω̃ν εἰς τòν οὐρανòν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτòν πορευόμενον εἰς τòν οὐρανόν
12 τότε ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀπò ὄρους του̃ καλουμένου ἐλαιω̃νος ὅ ἐστιν ἐγγὺς ’Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν
13 καὶ ὅτε εἰση̃λθον εἰς τò ὑπερω̨̃ον ἀνέβησαν οὑ̃ ἠ̃σαν καταμένοντες ὅ τε Πέτρος καὶ ’Ιωάννης καὶ ’Ιάκωβος καὶ ’Ανδρέας Φίλιππος καὶ Θωμα̃ς Βαρθολομαι̃ος καὶ Μαθθαι̃ος ’Ιάκωβος ‘Αλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ ’Ιούδας ’Ιακώβου
14 οὑ̃τοι πάντες ἠ̃σαν προσκαρτερου̃ντες ὁμοθυμαδòν τη̨̃ προσευχη̨̃ σὺν γυναιξὶν καὶ Μαριὰμ τη̨̃ μητρὶ του̃ ’Ιησου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃
15 καὶ ἐν ται̃ς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν εἰ̃πεν ἠ̃ν τε ὄχλος ὀνομάτων ἐπὶ τò αὐτò ὡσεὶ ἑκατòν εἴκοσι
16 ἄνδρες ἀδελφοί ἔδει πληρωθη̃ναι τὴν γραφὴν ἣν προει̃πεν τò πνευ̃μα τò ἅγιον διὰ στόματος Δαυὶδ περὶ ’Ιούδα του̃ γενομένου ὁδηγου̃ τοι̃ς συλλαβου̃σιν ’Ιησου̃ν
17 ὅτι κατηριθμημένος ἠ̃ν ἐν ἡμι̃ν καὶ ἔλαχεν τòν κλη̃ρον τη̃ς διακονίας ταύτης
18 οὑ̃τος μὲν οὐ̃ν ἐκτήσατο χωρίον ἐκ μισθου̃ τη̃ς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτου̃
19 καὶ γνωστòν ἐγένετο πα̃σι τοι̃ς κατοικου̃σιν ’Ιερουσαλήμ ὥστε κληθη̃ναι τò χωρίον ἐκει̃νο τη̨̃ ἰδία̨ διαλέκτω̨ αὐτω̃ν ‘Ακελδαμάχ του̃τ' ἔστιν χωρίον αἵματος
20 γέγραπται γὰρ ἐν βίβλω̨ ψαλμω̃ν γενηθήτω ἡ ἔπαυλις αὐτου̃ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικω̃ν ἐν αὐτη̨̃ καί τὴν ἐπισκοπὴν αὐτου̃ λαβέτω ἕτερος
21 δει̃ οὐ̃ν τω̃ν συνελθόντων ἡμι̃ν ἀνδρω̃ν ἐν παντὶ χρόνω̨ ὡ̨̃ εἰση̃λθεν καὶ ἐξη̃λθεν ἐφ' ἡμα̃ς ὁ κύριος ’Ιησου̃ς
22 ἀρξάμενος ἀπò του̃ βαπτίσματος ’Ιωάννου ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνελήμφθη ἀφ' ἡμω̃ν μάρτυρα τη̃ς ἀναστάσεως αὐτου̃ σὺν ἡμι̃ν γενέσθαι ἕνα τούτων
23 καὶ ἔστησαν δύο ’Ιωσὴφ τòν καλούμενον Βαρσαββα̃ν ὃς ἐπεκλήθη ’Ιου̃στος καὶ Μαθθίαν
24 καὶ προσευξάμενοι εἰ̃παν σὺ κύριε καρδιογνω̃στα πάντων ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τω̃ν δύο ἕνα
25 λαβει̃ν τòν τόπον τη̃ς διακονίας ταύτης καὶ ἀποστολη̃ς ἀφ' ἡ̃ς παρέβη ’Ιούδας πορευθη̃ναι εἰς τòν τόπον τòν ἴδιον
26 καὶ ἔδωκαν κλήρους αὐτοι̃ς καὶ ἔπεσεν ὁ κλη̃ρος ἐπὶ Μαθθίαν καὶ συγκατεψηφίσθη μετὰ τω̃ν ἕνδεκα ἀποστόλων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.