Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 9

καὶ Ελισαιε ὁ προφήτης ἐκάλεσεν ἕνα τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν καὶ εἰ̃πεν αὐτω̨̃ ζω̃σαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν του̃ ἐλαίου τούτου ἐν τη̨̃ χειρί σου καὶ δευ̃ρο εἰς Ρεμμωθ Γαλααδ
καὶ εἰσελεύση̨ ἐκει̃ καὶ ὄψη̨ ἐκει̃ Ιου υἱὸν Ιωσαφατ υἱου̃ Ναμεσσι καὶ εἰσελεύση̨ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τω̨̃ ταμιείω̨
καὶ λήμψη̨ τὸν φακὸν του̃ ἐλαίου καὶ ἐπιχεει̃ς ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ εἰπόν τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξη̨ καὶ οὐ μενει̃ς
καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ
καὶ εἰση̃λθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τη̃ς δυνάμεως ἐκάθηντο καὶ εἰ̃πεν λόγος μοι πρὸς σέ ὁ ἄρχων καὶ εἰ̃πεν Ιου πρὸς τίνα ἐκ πάντων ἡμω̃ν καὶ εἰ̃πεν πρὸς σέ ὁ ἄρχων
καὶ ἀνέστη καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ
καὶ ἐξολεθρεύσεις τὸν οἰ̃κον Αχααβ του̃ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τω̃ν δούλων μου τω̃ν προφητω̃ν καὶ τὰ αἵματα πάντων τω̃ν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ
καὶ ἐκ χειρὸς ὅλου του̃ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τω̨̃ οἴκω̨ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ
καὶ δώσω τὸν οἰ̃κον Αχααβ ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια
10 καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τη̨̃ μερίδι Ιεζραελ καὶ οὐκ ἔστιν ὁ θάπτων καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν
11 καὶ Ιου ἐξη̃λθεν πρὸς τοὺς παι̃δας του̃ κυρίου αὐτου̃ καὶ εἰ̃πον αὐτω̨̃ εἰ εἰρήνη τί ὅτι εἰση̃λθεν ὁ ἐπίλημπτος οὑ̃τος πρὸς σέ καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτου̃
12 καὶ εἰ̃πον ἄδικον ἀπάγγειλον δὴ ἡμι̃ν καὶ εἰ̃πεν Ιου πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων τάδε λέγει κύριος κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ
13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτου̃ καὶ ἔθηκαν ὑποκάτω αὐτου̃ ἐπὶ γαρεμ τω̃ν ἀναβαθμω̃ν καὶ ἐσάλπισαν ἐν κερατίνη̨ καὶ εἰ̃πον ἐβασίλευσεν Ιου
14 καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱου̃ Ναμεσσι πρὸς Ιωραμ καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ αὐτὸς καὶ πα̃ς Ισραηλ ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας
15 καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευθη̃ναι ἐν Ιεζραελ ἀπὸ τω̃ν πληγω̃ν ὡ̃ν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τω̨̃ πολεμει̃ν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἰ̃πεν Ιου εἰ ἔστιν ἡ ψυχὴ ὑμω̃ν μετ' ἐμου̃ μὴ ἐξελθέτω ἐκ τη̃ς πόλεως διαπεφευγὼς του̃ πορευθη̃ναι καὶ ἀπαγγει̃λαι ἐν Ιεζραελ
16 καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τω̃ν τοξευμάτων ὡ̃ν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τη̨̃ Ραμμαθ ἐν τω̨̃ πολέμω̨ μετὰ Αζαηλ βασιλέως Συρίας ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδει̃ν τὸν Ιωραμ
17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἰ̃δεν τὸν κονιορτὸν Ιου ἐν τω̨̃ παραγίνεσθαι αὐτὸν καὶ εἰ̃πεν Κονιορτὸν ἐγὼ βλέπω καὶ εἰ̃πεν Ιωραμ λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτω̃ν καὶ εἰπάτω εἰ εἰρήνη
18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτω̃ν καὶ εἰ̃πεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἰ̃πεν Ιου τί σοι καὶ εἰρήνη̨ ἐπίστρεφε εἰς τὰ ὀπίσω μου καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἠ̃λθεν ὁ ἄγγελος ἕως αὐτω̃ν καὶ οὐκ ἀνέστρεψεν
19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον καὶ ἠ̃λθεν πρὸς αὐτὸν καὶ εἰ̃πεν τάδε λέγει ὁ βασιλεύς εἰ εἰρήνη καὶ εἰ̃πεν Ιου τί σοι καὶ εἰρήνη̨ ἐπιστρέφου εἰς τὰ ὀπίσω μου
20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων ἠ̃λθεν ἕως αὐτω̃ν καὶ οὐκ ἀνέστρεψεν καὶ ὁ ἄγων ἠ̃γεν τὸν Ιου υἱὸν Ναμεσσιου ὅτι ἐν παραλλαγη̨̃ ἐγένετο
21 καὶ εἰ̃πεν Ιωραμ ζευ̃ξον καὶ ἔζευξεν ἅρμα καὶ ἐξη̃λθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα ἀνὴρ ἐν τω̨̃ ἅρματι αὐτου̃ καὶ ἐξη̃λθον εἰς ἀπαντὴν Ιου καὶ εὑ̃ρον αὐτὸν ἐν τη̨̃ μερίδι Ναβουθαι του̃ Ιεζραηλίτου
22 καὶ ἐγένετο ὡς εἰ̃δεν Ιωραμ τὸν Ιου καὶ εἰ̃πεν εἰ εἰρήνη Ιου καὶ εἰ̃πεν Ιου τί εἰρήνη ἔτι αἱ πορνει̃αι Ιεζαβελ τη̃ς μητρός σου καὶ τὰ φάρμακα αὐτη̃ς τὰ πολλά
23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χει̃ρας αὐτου̃ του̃ φυγει̃ν καὶ εἰ̃πεν πρὸς Οχοζιαν δόλος Οχοζια
24 καὶ ἔπλησεν Ιου τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ τόξω̨ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τω̃ν βραχιόνων αὐτου̃ καὶ ἐξη̃λθεν τὸ βέλος διὰ τη̃ς καρδίας αὐτου̃ καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτου̃
25 καὶ εἰ̃πεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτου̃ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι ἀγρου̃ Ναβουθαι του̃ Ιεζραηλίτου ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ του̃ πατρὸς αὐτου̃ καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λη̃μμα του̃το λέγων
26 εἰ μὴ μετὰ τω̃ν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τω̃ν υἱω̃ν αὐτου̃ εἰ̃δον ἐχθές φησὶν κύριος καὶ ἀνταποδώσω αὐτω̨̃ ἐν τη̨̃ μερίδι ταύτη̨ φησὶν κύριος καὶ νυ̃ν ἄρας δὴ ῥι̃ψον αὐτὸν ἐν τη̨̃ μερίδι κατὰ τὸ ῥη̃μα κυρίου
27 καὶ Οχοζιας βασιλεὺς Ιουδα εἰ̃δεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν καὶ ἐδίωξεν ὀπίσω αὐτου̃ Ιου καὶ εἰ̃πεν καί γε αὐτόν καὶ ἐπάταξεν αὐτὸν ἐν τω̨̃ ἅρματι ἐν τω̨̃ ἀναβαίνειν Γαι ἥ ἐστιν Ιεβλααμ καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκει̃
28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παι̃δες αὐτου̃ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ αὐτου̃ ἐν πόλει Δαυιδ
29 καὶ ἐν ἔτει ἑνδεκάτω̨ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν
30 καὶ ἠ̃λθεν Ιου εἰς Ιεζραελ καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτη̃ς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτη̃ς καὶ διέκυψεν διὰ τη̃ς θυρίδος
31 καὶ Ιου εἰσεπορεύετο ἐν τη̨̃ πόλει καὶ εἰ̃πεν εἰ εἰρήνη Ζαμβρι ὁ φονευτὴς του̃ κυρίου αὐτου̃
32 καὶ ἐπη̃ρεν τὸ πρόσωπον αὐτου̃ εἰς τὴν θυρίδα καὶ εἰ̃δεν αὐτὴν καὶ εἰ̃πεν τίς εἰ̃ σύ κατάβηθι μετ' ἐμου̃ καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνου̃χοι
33 καὶ εἰ̃πεν κυλίσατε αὐτήν καὶ ἐκύλισαν αὐτήν καὶ ἐρραντίσθη του̃ αἵματος αὐτη̃ς πρὸς τὸν τοι̃χον καὶ πρὸς τοὺς ἵππους καὶ συνεπάτησαν αὐτήν
34 καὶ εἰση̃λθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἰ̃πεν ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν ὅτι θυγάτηρ βασιλέως ἐστίν
35 καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὑ̃ρον ἐν αὐτη̨̃ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τω̃ν χειρω̃ν
36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτω̨̃ καὶ εἰ̃πεν λόγος κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου του̃ Θεσβίτου λέγων ἐν τη̨̃ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ
37 καὶ ἔσται τὸ θνησιμαι̃ον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου του̃ ἀγρου̃ ἐν τη̨̃ μερίδι Ιεζραελ ὥστε μὴ εἰπει̃ν αὐτούς Ιεζαβελ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.