Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 3

καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτω̨ Ιωσαφατ βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτου̃ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτου̃ καὶ μετέστησεν τὰς στήλας του̃ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτου̃
πλὴν ἐν τη̨̃ ἁμαρτία̨ Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ' αὐτη̃ς
καὶ Μωσα βασιλεὺς Μωαβ ἠ̃ν νωκηδ καὶ ἐπέστρεφεν τω̨̃ βασιλει̃ Ισραηλ ἐν τη̨̃ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνω̃ν καὶ ἑκατὸν χιλιάδας κριω̃ν ἐπὶ πόκων
καὶ ἐγένετο μετὰ τὸ ἀποθανει̃ν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλει̃ Ισραηλ
καὶ ἐξη̃λθεν ὁ βασιλεὺς Ιωραμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ
καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύση̨ μετ' ἐμου̃ εἰς Μωαβ εἰς πόλεμον καὶ εἰ̃πεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου
καὶ εἰ̃πεν ποία̨ ὁδω̨̃ ἀναβω̃ καὶ εἰ̃πεν ὁδὸν ἔρημον Εδωμ
καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερω̃ν καὶ οὐκ ἠ̃ν ὕδωρ τη̨̃ παρεμβολη̨̃ καὶ τοι̃ς κτήνεσιν τοι̃ς ἐν τοι̃ς ποσὶν αὐτω̃ν
10 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ ὠ̃ ὅτι κέκληκεν κύριος τοὺς τρει̃ς βασιλει̃ς παρερχομένους δου̃ναι αὐτοὺς ἐν χειρὶ Μωαβ
11 καὶ εἰ̃πεν Ιωσαφατ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ' αὐτου̃ καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παίδων βασιλέως Ισραηλ καὶ εἰ̃πεν ὡ̃δε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χει̃ρας Ηλιου
12 καὶ εἰ̃πεν Ιωσαφατ ἔστιν αὐτω̨̃ ῥη̃μα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ
13 καὶ εἰ̃πεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δευ̃ρο πρὸς τοὺς προφήτας του̃ πατρός σου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρει̃ς βασιλει̃ς του̃ παραδου̃ναι αὐτοὺς εἰς χει̃ρας Μωαβ
14 καὶ εἰ̃πεν Ελισαιε ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἰ̃δόν σε
15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ' αὐτὸν χεὶρ κυρίου
16 καὶ εἰ̃πεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν του̃τον βοθύνους βοθύνους
17 ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνευ̃μα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὑ̃τος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμει̃ς καὶ αἱ κτήσεις ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν
18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοι̃ς κυρίου καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμω̃ν
19 καὶ πατάξετε πα̃σαν πόλιν ὀχυρὰν καὶ πα̃ν ξύλον ἀγαθὸν καταβαλει̃τε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πα̃σαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις
20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τη̃ς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδου̃ Εδωμ καὶ ἐπλήσθη ἡ γη̃ ὕδατος
21 καὶ πα̃σα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλει̃ς πολεμει̃ν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ του̃ ὁρίου
22 καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἰ̃δεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἱ̃μα
23 καὶ εἰ̃παν αἱ̃μα του̃το τη̃ς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλει̃ς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτου̃ καὶ νυ̃ν ἐπὶ τὰ σκυ̃λα Μωαβ
24 καὶ εἰση̃λθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτω̃ν καὶ εἰση̃λθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ
25 καὶ τὰς πόλεις καθει̃λον καὶ πα̃σαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πα̃σαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πα̃ν ξύλον ἀγαθὸν κατέβαλον ἕως του̃ καταλιπει̃ν τοὺς λίθους του̃ τοίχου καθη̨ρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονη̃ται καὶ ἐπάταξαν αὐτήν
26 καὶ εἰ̃δεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ' ἑαυτου̃ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν
27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτου̃ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ' αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ του̃ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπη̃ραν ἀπ' αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν γη̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.