ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 23,
στἰχοι 33-37
33 καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γη̨̃ Εμαθ του̃ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου |
34 καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ' αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃ |
35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τω̨̃ Φαραω πλὴν ἐτιμογράφησεν τὴν γη̃ν του̃ δου̃ναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτου̃ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ του̃ λαου̃ τη̃ς γη̃ς δου̃ναι τω̨̃ Φαραω Νεχαω |
36 υἱὸς εἴκοσι καὶ πέντε ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιελδαφ θυγάτηρ Φεδεϊα ἐκ Ρουμα |
37 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοι̃ς κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.