ΒΑΣΙΛΕΙΩΝ Δ,
κεφαλίς 23,
στἰχοι 10-16
10 καὶ ἐμίανεν τὸν Ταφεθ τὸν ἐν φάραγγι υἱου̃ Εννομ του̃ διάγειν ἄνδρα τὸν υἱὸν αὐτου̃ καὶ ἄνδρα τὴν θυγατέρα αὐτου̃ τω̨̃ Μολοχ ἐν πυρί |
11 καὶ κατέπαυσεν τοὺς ἵππους οὓς ἔδωκαν βασιλει̃ς Ιουδα τω̨̃ ἡλίω̨ ἐν τη̨̃ εἰσόδω̨ οἴκου κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθαν βασιλέως του̃ εὐνούχου ἐν φαρουριμ καὶ τὸ ἅρμα του̃ ἡλίου κατέκαυσεν πυρί |
12 καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ του̃ δώματος του̃ ὑπερώ̨ου Αχαζ ἃ ἐποίησαν βασιλει̃ς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου καὶ καθει̃λεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκει̃θεν καὶ ἔρριψεν τὸν χου̃ν αὐτω̃ν εἰς τὸν χειμάρρουν Κεδρων |
13 καὶ τὸν οἰ̃κον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιω̃ν του̃ ὄρους του̃ Μοσοαθ ὃν ὠ̨κοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τη̨̃ 'Αστάρτη̨ προσοχθίσματι Σιδωνίων καὶ τω̨̃ Χαμως προσοχθίσματι Μωαβ καὶ τω̨̃ Μολχολ βδελύγματι υἱω̃ν Αμμων ἐμίανεν ὁ βασιλεύς |
14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτω̃ν ὀστέων ἀνθρώπων |
15 καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκει̃νο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτου̃ καὶ ἐλέπτυνεν εἰς χου̃ν καὶ κατέκαυσεν τὸ ἄλσος |
16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἰ̃δεν τοὺς τάφους τοὺς ὄντας ἐκει̃ ἐν τη̨̃ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστα̃ ἐκ τω̃ν τάφων καὶ κατέκαυσεν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τω̨̃ ἑστάναι Ιεροβοαμ ἐν τη̨̃ ἑορτη̨̃ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστρέψας ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τὸν τάφον του̃ ἀνθρώπου του̃ θεου̃ του̃ λαλήσαντος τοὺς λόγους τούτους |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.