1 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Εζεκιας καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου |
2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προφήτην υἱὸν Αμως |
3 καὶ εἰ̃πον πρὸς αὐτόν τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ἐλεγμου̃ καὶ παροργισμου̃ ἡ ἡμέρα αὕτη ὅτι ἠ̃λθον υἱοὶ ἕως ὠδίνων καὶ ἰσχὺς οὐκ ἔστιν τη̨̃ τικτούση̨ |
4 εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου πάντας τοὺς λόγους Ραψακου ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς 'Ασσυρίων ὁ κύριος αὐτου̃ ὀνειδίζειν θεὸν ζω̃ντα καὶ βλασφημει̃ν ἐν λόγοις οἱ̃ς ἤκουσεν κύριος ὁ θεός σου καὶ λήμψη̨ προσευχὴν περὶ του̃ λείμματος του̃ εὑρισκομένου |
5 καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως Εζεκιου πρὸς Ησαιαν |
6 καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας τάδε ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας ὡ̃ν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως 'Ασσυρίων |
7 ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτω̨̃ πνευ̃μα καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραφήσεται εἰς τὴν γη̃ν αὐτου̃ καὶ καταβαλω̃ αὐτὸν ἐν ῥομφαία̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃ |
8 καὶ ἐπέστρεψεν Ραψακης καὶ εὑ̃ρεν τὸν βασιλέα 'Ασσυρίων πολεμου̃ντα ἐπὶ Λομνα ὅτι ἤκουσεν ὅτι ἀπη̃ρεν ἀπὸ Λαχις |
9 καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰθιόπων λέγων ἰδοὺ ἐξη̃λθεν πολεμει̃ν μετὰ σου̃ καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων |
10 μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ὡ̨̃ σὺ πέποιθας ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων |
11 ἰδοὺ σὺ ἤκουσας πάντα ὅσα ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πάσαις ται̃ς γαι̃ς του̃ ἀναθεματίσαι αὐτάς καὶ σὺ ῥυσθήση̨ |
12 μὴ ἐξείλαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς διέφθειραν οἱ πατέρες μου τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραφες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσθεν |
13 που̃ ἐστιν ὁ βασιλεὺς Αιμαθ καὶ ὁ βασιλεὺς Αρφαδ καὶ που̃ ἐστιν Σεπφαρουαιν Ανα καὶ Αυα |
14 καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τω̃ν ἀγγέλων καὶ ἀνέγνω αὐτά καὶ ἀνέβη εἰς οἰ̃κον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου |
15 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ εἰ̃ ὁ θεὸς μόνος ἐν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν |
16 κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζω̃ντα |
17 ὅτι ἀληθεία̨ κύριε ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὰ ἔθνη |
18 καὶ ἔδωκαν τοὺς θεοὺς αὐτω̃ν εἰς τὸ πυ̃ρ ὅτι οὐ θεοί εἰσιν ἀλλ' ἢ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς |
19 καὶ νυ̃ν κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτου̃ καὶ γνώσονται πα̃σαι αἱ βασιλει̃αι τη̃ς γη̃ς ὅτι σὺ κύριος ὁ θεὸς μόνος |
20 καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων τάδε λέγει κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων ἤκουσα |
21 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν κύριος ἐπ' αὐτόν ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν αὐτη̃ς ἐκίνησεν θυγάτηρ Ιερουσαλημ |
22 τίνα ὠνείδισας καὶ ἐβλασφήμησας καὶ ἐπὶ τίνα ὕψωσας φωνήν καὶ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ |
23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἰ̃πας ἐν τω̨̃ πλήθει τω̃ν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς του̃ Λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τη̃ς κέδρου αὐτου̃ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτου̃ καὶ ἠ̃λθον εἰς μελον τέλους αὐτου̃ δρυμου̃ Καρμήλου αὐτου̃ |
24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τω̨̃ ἴχνει του̃ ποδός μου πάντας ποταμοὺς περιοχη̃ς |
25 ἔπλασα αὐτήν νυ̃ν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιω̃ν μαχίμων πόλεις ὀχυράς |
26 καὶ οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς ἠσθένησαν τη̨̃ χειρί ἔπτηξαν καὶ κατη̨σχύνθησαν ἐγένοντο χόρτος ἀγρου̃ ἢ χλωρὰ βοτάνη χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος |
27 καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ' ἐμέ |
28 διὰ τὸ ὀργισθη̃ναί σε ἐπ' ἐμὲ καὶ τὸ στρη̃νός σου ἀνέβη ἐν τοι̃ς ὠσίν μου καὶ θήσω τὰ ἄγκιστρά μου ἐν τοι̃ς μυκτη̃ρσίν σου καὶ χαλινὸν ἐν τοι̃ς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃ |
29 καὶ του̃τό σοι τὸ σημει̃ον φάγη̨ του̃τον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ τὰ ἀνατέλλοντα καὶ ἔτι τρίτω̨ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν |
30 καὶ προσθήσει τὸ διασεσω̨σμένον οἴκου Ιουδα τὸ ὑπολειφθὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω |
31 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασω̨ζόμενος ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου τω̃ν δυνάμεων ποιήσει του̃το |
32 οὐχ οὕτως τάδε λέγει κύριος πρὸς βασιλέα 'Ασσυρίων οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκει̃ βέλος καὶ οὐ προφθάσει αὐτὴν θυρεός καὶ οὐ μὴ ἐκχέη̨ πρὸς αὐτὴν πρόσχωμα |
33 τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται λέγει κύριος |
34 καὶ ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν δου̃λόν μου |
35 καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ πάντες σώματα νεκρά |
36 καὶ ἀπη̃ρεν καὶ ἐπορεύθη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη |
37 καὶ ἐγένετο αὐτου̃ προσκυνου̃ντος ἐν οἴκω̨ Νεσεραχ θεου̃ αὐτου̃ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν ἐν μαχαίρα̨ καὶ αὐτοὶ ἐσώθησαν εἰς γη̃ν Αραρατ καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |