Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Γ, κεφαλίς 1

ὁ δὲ Φιλοπάτωρ παρὰ τω̃ν ἀνακομισθέντων μαθὼν τὴν γενομένην τω̃ν ὑπ' αὐτου̃ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ 'Αντιόχου παραγγείλας ται̃ς πάσαις δυνάμεσιν πεζικαι̃ς τε καὶ ἱππικαι̃ς καὶ τὴν ἀδελφὴν 'Αρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τω̃ν κατὰ 'Ραφίαν τόπων ὅπου παρεμβεβλήκεισαν οἱ περὶ 'Αντίοχον
Θεόδοτος δέ τις ἐκπληρω̃σαι τὴν ἐπιβουλὴν διανοηθεὶς παραλαβὼν τω̃ν προϋποτεταγμένων αὐτω̨̃ ὅπλων Πτολεμαϊκω̃ν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπὶ τὴν του̃ Πτολεμαίου σκηνὴν ὡς μόνος κτει̃ναι αὐτὸν καὶ ἐν τούτω̨ διαλυ̃σαι τὸν πόλεμον
του̃τον δὲ διαγαγὼν Δοσίθεος ὁ Δριμύλου λεγόμενος τὸ γένος Ιουδαι̃ος ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τω̃ν πατρίων δογμάτων ἀπηλλοτριωμένος ἄσημόν τινα κατέκλινεν ἐν τη̨̃ σκηνη̨̃ ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν
γενομένης δὲ καρτερα̃ς μάχης καὶ τω̃ν πραγμάτων μα̃λλον ἐρρωμένων τω̨̃ 'Αντιόχω̨ ἱκανω̃ς ἡ 'Αρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηθει̃ν ἑαυτοι̃ς τε καὶ τοι̃ς τέκνοις καὶ γυναιξὶν θαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστω̨ δύο μνα̃ς χρυσίου
καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρη̃ναι πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθη̃ναι
κατακρατήσας δὲ τη̃ς ἐπιβουλη̃ς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι
ποιήσας δὲ του̃το καὶ τοι̃ς τεμένεσι δωρεὰς ἀπονείμας εὐθαρσει̃ς τοὺς ὑποτεταγμένους κατέστησεν
τω̃ν δὲ Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τη̃ς γερουσίας καὶ τω̃ν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιου̃ντας καὶ ἐπὶ τοι̃ς συμβεβηκόσιν χαρισομένους συνέβη μα̃λλον αὐτὸν προθυμηθη̃ναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι
διακομισθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ θύσας τω̨̃ μεγίστω̨ θεω̨̃ καὶ χάριτας ἀποδοὺς καὶ τω̃ν ἑξη̃ς τι τω̨̃ τόπω̨ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τη̨̃ σπουδαιότητι καὶ εὐπρεπεία̨ καταπλαγείς
10 θαυμάσας δὲ καὶ τὴν του̃ ἱερου̃ εὐταξίαν ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθει̃ν
11 τω̃ν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι του̃το διὰ τὸ μηδὲ τοι̃ς ἐκ του̃ ἔθνους ἐξει̃ναι εἰσιέναι μηδὲ πα̃σιν τοι̃ς ἱερευ̃σιν ἀλλ' ἢ μόνω̨ τω̨̃ προηγουμένω̨ πάντων ἀρχιερει̃ καὶ τούτω̨ κατ' ἐνιαυτὸν ἅπαξ ὁ δὲ οὐδαμω̃ς ἐπείθετο
12 του̃ τε νόμου παραναγνωσθέντος οὐδ' ὡ̃ς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δει̃ν εἰσελθει̃ν λέγων καὶ εἰ ἐκει̃νοι ἐστέρηνται ταύτης τη̃ς τιμη̃ς ἐμὲ δὲ οὐ δει̃
13 καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πα̃ν τέμενος οὐθεὶς ἐκώλυσεν τω̃ν παρόντων
14 καί τις ἀπρονοήτως ἔφη κακω̃ς αὐτὸ του̃το τερατεύεσθαι
15 γενομένου δέ φησιν τούτου διά τινα αἰτίαν οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτω̃ν καὶ μή
16 τω̃ν δὲ ἱερέων ἐν πάσαις ται̃ς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων του̃ μεγίστου θεου̃ βοηθει̃ν τοι̃ς ἐνεστω̃σιν καὶ τὴν ὁρμὴν του̃ κακω̃ς ἐπιβαλλομένου μεταθει̃ναι κραυγη̃ς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων
17 οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον
18 αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ται̃ς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμω̃ν ἐνεπίμπλων τὰς πλατείας
19 αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τη̨̃ πόλει συνίσταντο
20 τὰ δὲ νεογνὰ τω̃ν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως αἱ μὲν κατ' οἴκους αἱ δὲ κατὰ τὰς ἀγυιάς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο
21 ποικίλη δὲ ἠ̃ν τω̃ν εἰς του̃το συλλεγέντων ἡ δέησις ἐπὶ τοι̃ς ἀνοσίως ὑπ' ἐκείνου κατεγχειρουμένοις
22 σύν τε τούτοις οἱ περὶ τω̃ν πολιτω̃ν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτου̃ ἐπικειμένου καὶ τὸ τη̃ς προθέσεως ἐκπληρου̃ν διανοουμένου
23 φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ του̃ πατρώ̨ου νόμου τελευτα̃ν ἱκανὴν ἐποίησαν ἐν τω̨̃ τόπω̨ τραχύτητα μόλις δὲ ὑπό τε τω̃ν γεραιω̃ν καὶ τω̃ν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τη̃ς δεήσεως παρη̃σαν στάσιν
24 καὶ τὸ μὲν πλη̃θος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον
25 οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχω̃ς ἐπειρω̃ντο τὸν ἀγέρωχον αὐτου̃ νου̃ν ἐξιστάνειν τη̃ς ἐντεθυμημένης ἐπιβουλη̃ς
26 θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιει̃το τέλος ἐπιθήσειν δοκω̃ν τω̨̃ προειρημένω̨
27 ταυ̃τα οὐ̃ν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωρου̃ντες ἐτράπησαν εἰς τὸ σὺν τοι̃ς ἡμετέροις ἐπικαλει̃σθαι τὸν πα̃ν κράτος ἔχοντα τοι̃ς παρου̃σιν ἐπαμυ̃ναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρα̃ξιν
28 ἐκ δὲ τη̃ς πυκνοτάτης τε καὶ ἐμπόνου τω̃ν ὄχλων συναγομένης κραυγη̃ς ἀνείκαστός τις ἠ̃ν βοή
29 δοκει̃ν γὰρ ἠ̃ν μὴ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πα̃ν ἔδαφος ἠχει̃ν ἅτε δὴ τω̃ν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τη̃ς του̃ τόπου βεβηλώσεως
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.