1 καὶ συνήθροισεν υἱὸς Αδερ πα̃σαν τὴν δύναμιν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλει̃ς μετ' αὐτου̃ καὶ πα̃ς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν |
2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν |
3 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναι̃κές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν |
4 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν καθὼς ἐλάλησας κύριε βασιλευ̃ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά |
5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἰ̃πον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί |
6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελω̃ τοὺς παι̃δάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἰ̃κόν σου καὶ τοὺς οἴκους τω̃ν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν ἐφ' ἃ ἂν ἐπιβάλωσι τὰς χει̃ρας αὐτω̃ν καὶ λήμψονται |
7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἰ̃πεν γνω̃τε δὴ καὶ ἴδετε ὅτι κακίαν οὑ̃τος ζητει̃ ὅτι ἀπέσταλκεν πρός με περὶ τω̃ν γυναικω̃ν μου καὶ περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτου̃ |
8 καὶ εἰ̃παν αὐτω̨̃ οἱ πρεσβύτεροι καὶ πα̃ς ὁ λαός μὴ ἀκούση̨ς καὶ μὴ θελήση̨ς |
9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις υἱου̃ Αδερ λέγετε τω̨̃ κυρίω̨ ὑμω̃ν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δου̃λόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥη̃μα του̃το οὐ δυνήσομαι ποιη̃σαι καὶ ἀπη̃ραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτω̨̃ λόγον |
10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χου̃ς Σαμαρείας ται̃ς ἀλώπεξιν παντὶ τω̨̃ λαω̨̃ τοι̃ς πεζοι̃ς μου |
11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός |
12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτω̨̃ τὸν λόγον του̃τον πίνων ἠ̃ν αὐτὸς καὶ πάντες οἱ βασιλει̃ς μετ' αὐτου̃ ἐν σκηναι̃ς καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν |
13 καὶ ἰδοὺ προφήτης εἱ̃ς προση̃λθεν τω̨̃ βασιλει̃ Ισραηλ καὶ εἰ̃πεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν του̃τον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χει̃ρας σάς καὶ γνώση̨ ὅτι ἐγὼ κύριος |
14 καὶ εἰ̃πεν Αχααβ ἐν τίνι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τοι̃ς παιδαρίοις τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ εἰ̃πεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἰ̃πεν σύ |
15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταυ̃τα ἐπεσκέψατο τὸν λαόν πα̃ν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας |
16 καὶ ἐξη̃λθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλει̃ς τριάκοντα καὶ δύο βασιλει̃ς συμβοηθοὶ μετ' αὐτου̃ |
17 καὶ ἐξη̃λθον παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τω̨̃ βασιλει̃ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας |
18 καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην οὑ̃τοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζω̃ντας καὶ εἰ εἰς πόλεμον ζω̃ντας συλλάβετε αὐτούς |
19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τη̃ς πόλεως τὰ παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἡ δύναμις ὀπίσω αὐτω̃ν |
20 ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σώ̨ζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ' ἵππου ἱππέως |
21 καὶ ἐξη̃λθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρία̨ |
22 καὶ προση̃λθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἰ̃πεν κραταιου̃ καὶ γνω̃θι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ |
23 καὶ οἱ παι̃δες βασιλέως Συρίας εἰ̃πον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ του̃το ἐκραταίωσεν ὑπὲρ ἡμα̃ς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ' εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς |
24 καὶ τὸ ῥη̃μα του̃το ποίησον ἀπόστησον τοὺς βασιλει̃ς ἕκαστον εἰς τὸν τόπον αὐτω̃ν καὶ θου̃ ἀντ' αὐτω̃ν σατράπας |
25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσου̃σαν ἀπὸ σου̃ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ' εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἐποίησεν οὕτως |
26 καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ |
27 καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτω̃ν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτω̃ν ὡσεὶ δύο ποίμνια αἰγω̃ν καὶ Συρία ἔπλησεν τὴν γη̃ν |
28 καὶ προση̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χει̃ρα σήν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος |
29 καὶ παρεμβάλλουσιν οὑ̃τοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζω̃ν μια̨̃ ἡμέρα̨ |
30 καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τει̃χος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρω̃ν τω̃ν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ κοιτω̃νος εἰς τὸ ταμίειον |
31 καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰ̃δα ὅτι βασιλει̃ς Ισραηλ βασιλει̃ς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμω̃ν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμω̃ν |
32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ εἰ̃πον τω̨̃ βασιλει̃ Ισραηλ δου̃λός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἰ̃πεν εἰ ἔτι ζη̨̃ ἀδελφός μού ἐστιν |
33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ του̃ στόματος αὐτου̃ καὶ εἰ̃πον ἀδελφός σου υἱὸς Αδερ καὶ εἰ̃πεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξη̃λθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα |
34 καὶ εἰ̃πεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ του̃ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτω̨̃ ἐν Δαμασκω̨̃ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρεία̨ καὶ ἐγὼ ἐν διαθήκη̨ ἐξαποστελω̃ σε καὶ διέθετο αὐτω̨̃ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν |
35 καὶ ἄνθρωπος εἱ̃ς ἐκ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν εἰ̃πεν πρὸς τὸν πλησίον αὐτου̃ ἐν λόγω̨ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν |
36 καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνθ' ὡ̃ν οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμου̃ καὶ πατάξει σε λέων καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν |
37 καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἰ̃πεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν |
38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τω̨̃ βασιλει̃ Ισραηλ ἐπὶ τη̃ς ὁδου̃ καὶ κατεδήσατο τελαμω̃νι τοὺς ὀφθαλμοὺς αὐτου̃ |
39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὑ̃τος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ὁ δου̃λός σου ἐξη̃λθεν ἐπὶ τὴν στρατιὰν του̃ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἰ̃πεν πρός με φύλαξον του̃τον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδω̃ν ἐκπηδήση̨ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ ἢ τάλαντον ἀργυρίου στήσεις |
40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δου̃λός σου ὡ̃δε καὶ ὡ̃δε καὶ οὑ̃τος οὐκ ἠ̃ν καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ' ἐμοὶ ἐφόνευσας |
41 καὶ ἔσπευσεν καὶ ἀφει̃λεν τὸν τελαμω̃να ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τω̃ν προφητω̃ν οὑ̃τος |
42 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ λαός σου ἀντὶ του̃ λαου̃ αὐτου̃ |
43 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν |