Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 15,  στἰχοι 1-8

καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα
καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ
καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃
ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ
ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃
...
καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ
καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.