Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΒΑΣΙΛΕΙΩΝ Γ, κεφαλίς 12

καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα ὅτι εἰς Σικιμα ἤρχοντο πα̃ς Ισραηλ βασιλευ̃σαι αὐτόν
...
καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες
ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμω̃ν καὶ σὺ νυ̃ν κούφισον ἀπὸ τη̃ς δουλείας του̃ πατρός σου τη̃ς σκληρα̃ς καὶ ἀπὸ του̃ κλοιου̃ αὐτου̃ του̃ βαρέος οὑ̃ ἔδωκεν ἐφ' ἡμα̃ς καὶ δουλεύσομέν σοι
καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπέλθετε ἕως ἡμερω̃ν τριω̃ν καὶ ἀναστρέψατε πρός με καὶ ἀπη̃λθον
καὶ παρήγγειλεν ὁ βασιλεὺς τοι̃ς πρεσβυτέροις οἳ ἠ̃σαν παρεστω̃τες ἐνώπιον Σαλωμων του̃ πατρὸς αὐτου̃ ἔτι ζω̃ντος αὐτου̃ λέγων πω̃ς ὑμει̃ς βουλεύεσθε καὶ ἀποκριθω̃ τω̨̃ λαω̨̃ τούτω̨ λόγον
καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες εἰ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἔση̨ δου̃λος τω̨̃ λαω̨̃ τούτω̨ καὶ δουλεύση̨ς αὐτοι̃ς καὶ λαλήση̨ς αὐτοι̃ς λόγους ἀγαθούς καὶ ἔσονταί σοι δου̃λοι πάσας τὰς ἡμέρας
καὶ ἐγκατέλιπεν τὴν βουλὴν τω̃ν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτω̨̃ καὶ συνεβουλεύσατο μετὰ τω̃ν παιδαρίων τω̃ν ἐκτραφέντων μετ' αὐτου̃ τω̃ν παρεστηκότων πρὸ προσώπου αὐτου̃
καὶ εἰ̃πεν αὐτοι̃ς τί ὑμει̃ς συμβουλεύετε καὶ τί ἀποκριθω̃ τω̨̃ λαω̨̃ τούτω̨ τοι̃ς λαλήσασιν πρός με λεγόντων κούφισον ἀπὸ του̃ κλοιου̃ οὑ̃ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμα̃ς
10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ' αὐτου̃ οἱ παρεστηκότες πρὸ προσώπου αὐτου̃ λέγοντες τάδε λαλήσεις τω̨̃ λαω̨̃ τούτω̨ τοι̃ς λαλήσασι πρὸς σὲ λέγοντες ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμω̃ν καὶ σὺ νυ̃ν κούφισον ἀφ' ἡμω̃ν τάδε λαλήσεις πρὸς αὐτούς ἡ μικρότης μου παχυτέρα τη̃ς ὀσφύος του̃ πατρός μου
11 καὶ νυ̃ν ὁ πατήρ μου ἐπεσάσσετο ὑμα̃ς κλοιω̨̃ βαρει̃ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν ἐγὼ δὲ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις
12 καὶ παρεγένοντο πα̃ς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καθότι ἐλάλησεν αὐτοι̃ς ὁ βασιλεὺς λέγων ἀναστράφητε πρός με τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨
13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τω̃ν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτω̨̃
14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τω̃ν παιδαρίων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμω̃ν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις
15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς του̃ λαου̃ ὅτι ἠ̃ν μεταστροφὴ παρὰ κυρίου ὅπως στήση̨ τὸ ῥη̃μα αὐτου̃ ὃ ἐλάλησεν ἐν χειρὶ Αχια του̃ Σηλωνίτου περὶ Ιεροβοαμ υἱου̃ Ναβατ
16 καὶ εἰ̃δον πα̃ς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτω̃ν καὶ ἀπεκρίθη ὁ λαὸς τω̨̃ βασιλει̃ λέγων τίς ἡμι̃ν μερὶς ἐν Δαυιδ καὶ οὐκ ἔστιν ἡμι̃ν κληρονομία ἐν υἱω̨̃ Ιεσσαι ἀπότρεχε Ισραηλ εἰς τὰ σκηνώματά σου νυ̃ν βόσκε τὸν οἰ̃κόν σου Δαυιδ καὶ ἀπη̃λθεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτου̃
17 ...
18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ του̃ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν πα̃ς Ισραηλ ἐν λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔφθασεν ἀναβη̃ναι του̃ φυγει̃ν εἰς Ιερουσαλημ
19 καὶ ἠθέτησεν Ισραηλ εἰς τὸν οἰ̃κον Δαυιδ ἕως τη̃ς ἡμέρας ταύτης
20 καὶ ἐγένετο ὡς ἤκουσεν πα̃ς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ καὶ οὐκ ἠ̃ν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι
21 καὶ Ροβοαμ εἰση̃λθεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκη̃πτρον Βενιαμιν ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιω̃ν ποιούντων πόλεμον του̃ πολεμει̃ν πρὸς οἰ̃κον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱω̨̃ Σαλωμων
22 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον του̃ θεου̃ λέγων
23 εἰπὸν τω̨̃ Ροβοαμ υἱω̨̃ Σαλωμων βασιλει̃ Ιουδα καὶ πρὸς πάντα οἰ̃κον Ιουδα καὶ Βενιαμιν καὶ τω̨̃ καταλοίπω̨ του̃ λαου̃ λέγων
24 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἰ̃κον ἑαυτου̃ ὅτι παρ' ἐμου̃ γέγονεν τὸ ῥη̃μα του̃το καὶ ἤκουσαν του̃ λόγου κυρίου καὶ κατέπαυσαν του̃ πορευθη̃ναι κατὰ τὸ ῥη̃μα κυρίου
25 καὶ ὠ̨κοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατώ̨κει ἐν αὐτη̨̃ καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ὠ̨κοδόμησεν τὴν Φανουηλ
26 καὶ εἰ̃πεν Ιεροβοαμ ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἰδοὺ νυ̃ν ἐπιστρέψει ἡ βασιλεία εἰς οἰ̃κον Δαυιδ
27 ἐὰν ἀναβη̨̃ ὁ λαὸς οὑ̃τος ἀναφέρειν θυσίας ἐν οἴκω̨ κυρίου εἰς Ιερουσαλημ καὶ ἐπιστραφήσεται καρδία του̃ λαου̃ πρὸς κύριον καὶ κύριον αὐτω̃ν πρὸς Ροβοαμ βασιλέα Ιουδα καὶ ἀποκτενου̃σίν με
28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσα̃ς καὶ εἰ̃πεν πρὸς τὸν λαόν ἱκανούσθω ὑμι̃ν ἀναβαίνειν εἰς Ιερουσαλημ ἰδοὺ θεοί σου Ισραηλ οἱ ἀναγαγόντες σε ἐκ γη̃ς Αἰγύπτου
29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν
30 καὶ ἐγένετο ὁ λόγος οὑ̃τος εἰς ἁμαρτίαν καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τη̃ς μια̃ς ἕως Δαν
31 καὶ ἐποίησεν οἴκους ἐφ' ὑψηλω̃ν καὶ ἐποίησεν ἱερει̃ς μέρος τι ἐκ του̃ λαου̃ οἳ οὐκ ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν Λευι
32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γη̨̃ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθηλ του̃ θύειν ται̃ς δαμάλεσιν αἱ̃ς ἐποίησεν καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν ὡ̃ν ἐποίησεν
33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ ἑορτη̨̃ ἡ̨̃ ἐπλάσατο ἀπὸ καρδίας αὐτου̃ καὶ ἐποίησεν ἑορτὴν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.